- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 36

(디오니시오스, Antiquitates Romanae, book 1, chapter 36)

φύουσιν οὐ παρ ἄλλοις μᾶλλον ἢ παρὰ σφίσι γένοιτο.? καὶ εἴ τις ἄλλως ἀφελῶν τὸ μυθῶδες τοῦ λόγου χώρας ἀρετὴν ἐξετάζειν ἐθελήσειεν, ἐξ ἧς γένος τὸ ἀνθρώπων πλείστας εὐφροσύνας ἐκαρπώσατο γενόμενον εὐθὺς εἴτ ἐκ γῆς ὡς ὁ παλαιὸς ἔχει λόγος, εἴτ ἄλλως πως, οὐκ ἂν εὑρ´οι ταύτης τινὰ ἐπιτηδειοτέραν.

ὡς γὰρ μία γῆ πρὸς ἑτέραν κρίνεσθαι τοσαύτην τὸ μέγεθος, οὐ μόνον τῆς Εὐρώπης, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης κρατίστη κατ ἐμὴν δόξαν ἐστὶν Ἰταλία. καίτοι με οὐ λέληθεν ὅτι πολλοῖς οὐ πιστὰ δόξω λέγειν, ἐνθυμουμένοις Αἴγυπτόν τε καὶ Λιβύην καὶ Βαβυλῶνα καὶ εἰ δή τινες ἄλλοι χῶροί εἰσιν εὐδαίμονες:

ἀλλ ἐγὼ τὸν ἐκ γῆς πλοῦτον οὐκ ἐν μιᾷ τίθεμαι καρπῶν ἰδέᾳ οὐδ εἰσέρχεταί με ζῆλος οἰκήσεως, ἐν ᾗ μόνον εἰσὶν ἄρουραι πίονες, τῶν δ ἄλλων οὐδὲν ἢ βραχύ τι χρησίμων, ἀλλ ἥτις ἂν εἰή πολυαρκεστάτη τε καὶ τῶν ἐπεισάκτων ἀγαθῶν ἐπὶ τὸ πολὺ ἐλάχιστον δεομένη, ταύτην κρατίστην εἶναι λογίζομαι. τοῦτο δὲ τὸ παμφόρον καὶ πολυωφελὲς παρ ἡντινοῦν ἄλλην γῆν Ἰταλίαν ἔχειν πείθομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION