- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 11

(디오니시오스, Antiquitates Romanae, book 1, chapter 11)

οἱ δὲ λογιώτατοι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἐν οἷς ἐστι Πόρκιός τε Κάτων ὁ τὰς γενεαλογίας τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμελέστατα συναγαγὼν καὶ Γάϊος Σεμπρώνιος καὶ ἄλλοι συχνοί, Ἕλληνας αὐτοὺς εἶναι λέγουσι τῶν ἐν Ἀχαϊᾴ ποτὲ οἰκησάντων, πολλαῖς γενεαῖς πρότερον τοῦ πολέμου τοῦ Τρωικοῦ μεταναστάντας.? οὐκέτι μέντοι διορίζουσιν οὔτε φῦλον Ἑλληνικὸν οὗ μετεῖχον, οὔτε πόλιν ἐξ ἧς ἀπανέστησαν, οὔτε χρόνον οὔθ ἡγεμόνα τῆς ἀποικίας οὔθ ὁποίαις τύχαις χρησάμενοι τὴν μητρόπολιν ἀπέλιπον: Ἑλληνικῷ τε μύθῳ χρησάμενοι οὐδένα τῶν τὰ Ἑλληνικὰ γραψάντων βεβαιωτὴν παρέσχοντο. τὸ μὲν οὖν ἀληθὲς ὅπως ποτ ἔχει, ἄδηλον: ἄποικοι γένους ἢ τοῦ καλουμένου νῦν Ἀρκαδικοῦ.

πρῶτοι γὰρ Ἑλλήνων οὗτοι περαιωθέντες τὸν Ιὄνιον κόλπον ᾤκησαν Ἰταλίαν, ἄγοντος αὐτοὺς Οἰνώτρου τοῦ Λυκάονος:

ἦν δὲ πέμπτος ἀπό τε Αἰζειοῦ καὶ Φορωνέως τῶν πρώτων ἐν Πελοποννήσῳ δυναστευσάντων. Φορωνέως μὲν γὰρ Νιόβη γίνεται: ταύτης δὲ υἱὸς καὶ Διὸς, ὡς λέγεται, Πελασγός: Αἰζειοῦ δὲ υἱὸς Λυκάων:

τούτου δὲ Δηιάνειρα θυγάτηρ: ἐκ δὲ Δηιανείρας καὶ Πελασγοῦ Λυκάων ἕτερος: τούτου δὲ Οἴνωτρος, ἑπτακαίδεκα γενεαῖς πρότερον τῶν ἐπὶ Τροίαν στρατευσάντων. ὁ μὲν δὴ χρόνος, ἐν ᾧ τὴν ἀποικίαν ἔστειλαν Ἕλληνες εἰς Ἰταλίαν, οὗτος ἦν. ἀπανέστη δὲ τῆς Ἑλλάδος Οἴνωτρος οὐκ ἀρκούμενος τῇ μοίρᾳ:

δύο γὰρ καὶ εἴκοσι παίδων Λυκάονι γενομένων εἰς τοσούτους ἔδει κλήρους νεμηθῆναι τὴν Ἀρκάδων χώραν. ταύτης μὲν δὴ τῆς αἰτίας ἕνεκα Πελοπόννησον Οἴνωτρος ἐκλιπὼν καὶ κατασκευασάμενος ναυτικὸν διαίρει τὸν Ιὄνιον καὶ σὺν αὐτῷ Πευκέτιος τῶν ἀδελφῶν εἷς. εἵποντο δὲ αὐτοῖς τοῦ τε οἰκείου λαοῦ συχνοί, πολυάνθρωπον γὰρ δὴ τὸ ἔθνος τοῦτο λέγεται κατ ἀρχὰς γενέσθαι, καὶ τῶν ἄλλων Ἑλλήνων ὅσοι χώραν εἶχον ἐλάττω τῆς ἱκανῆς. Πευκέτιος μὲν οὖν, ἔνθα τὸ πρῶτον ὡρμίσαντο τῆς Ἰταλίας, ὑπὲρ ἄκρας Ιἀπυγίας ἐκβιβάσας τὸν λεὼν αὐτοῦ καθιδρύεται, καὶ ἀπ αὐτοῦ οἱ περὶ ταῦτα τὰ χωρία οἰκοῦντες Πευκέτιοι ἐκλήθησαν.

Οἴνωτρος δὲ τὴν πλείω τοῦ στρατοῦ μοῖραν ἀγόμενος εἰς τὸν ἕτερον ἀφικνεῖται κόλπον τὸν ἀπὸ τῶν ἑσπερίων μερῶν παρὰ τὴν Ἰταλίαν ἀναχεόμενον, ὃς τότε μὲν Αὐσόνιος ἐπὶ τῶν προσοικούντων Αὐσόνων ἐλέγετο, ἐπεὶ δὲ Τυρρηνοὶ θαλασσοκράτορες ἐγένοντο, μετέλαβεν ἣν ἔχει νῦν προσηγορίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION