호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περιβαλομένη χρόνον οὐ πολὺν κατέσχεν, ἀλλ’ ἐπὶ τῆσ τετάρτησ κατελύθη γενεᾶσ. Πέρσαι δὲ οἱ Μήδουσ καταγωνισάμενοι τῆσ μὲν Ἀσίασ ὀλίγου δεῖν πάσησ τελευτῶντεσ ἐκράτησαν, ἐπιχειρήσαντεσ δὲ καὶ τοῖσ Εὐρωπαίοισ ἔθνεσιν οὐ πολλὰ ὑπηγάγοντο, χρόνον τε οὐ πολλῷ πλείονα διακοσίων ἐτῶν ἔμειναν ἐπὶ τῆσ ἀρχῆσ. ἡ δὲ Μακεδονικὴ δυναστεία τὴν Περσῶν καθελοῦσα ἰσχὺν μεγέθει μὲν ἀρχῆσ ἁπάσασ ὑπερεβάλετο τὰσ πρὸ αὐτῆσ, χρόνον δὲ οὐδὲ αὕτη πολὺν ἤνθησεν, ἀλλὰ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ τὸ χεῖρον ἤρξατο φέρεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기