- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 1

(디오니시오스, Antiquitates Romanae, book 1, chapter 1)

συγγραφέων, ὥσπερ Ἀναξιμένης καὶ Θεόπομπος ἐν τοῖς προοιμίοις τῶν ἱστοριῶν ἐποίησαν, ἀλλὰ τοὺς ἐμαυτοῦ λογισμοὺς ἀποδεικνύμενος, οἷς ἐχρησάμην ὅτε ἐπὶ ταύτην ὡρ´μησα τὴν πραγματείαν, καὶ περὶ τῶν ἀφορμῶν ἀποδιδοὺς λόγον, ἐξ ὧν τὴν ἐμπειρίαν ἔλαβον τῶν γραφησομένων.? πολλὴν ὠφέλειαν τοῖς ἀναγνωσομένοις φερούσας, ἔπειτα παρασκευάζεσθαι τὰς ἐπιτηδείους εἰς τὴν ἀναγραφὴν τῆς ὑποθέσεως ἀφορμὰς μετὰ πολλῆς ἐπιμελείας τε καὶ φιλοπονίας.

οἱ μὲν γὰρ ὑπὲρ ἀδόξων πραγμάτων ἢ πονηρῶν ἢ μηδεμιᾶς σπουδῆς ἀξίων ἱστορικὰς καταβαλόμενοι πραγματείας, εἴτε τοῦ προελθεῖν εἰς γνῶσιν ὀρεγόμενοι καὶ τυχεῖν ὁποιουδήποτε ὀνόματος, εἴτε περιουσίαν ἀποδείξασθαι τῆς περὶ λόγους δυνάμεως βουλόμενοι, οὔτε τῆς γνώσεως ζηλοῦνται παρὰ τοῖς ἐπιγιγνομένοις οὔτε τῆς δυνάμεως ἐπαινοῦνται, δόξαν ἐγκαταλιπόντες τοῖς ἀναλαμβάνουσιν αὐτῶν τὰς ἱστορίας, ὅτι τοιούτους ἐζήλωσαν αὐτοὶ βίους, οἱάς ἐξέδωκαν τὰς γραφάς:

ἐπιεικῶς γὰρ ἅπαντες νομίζουσιν εἰκόνας εἶναι τῆς ἑκάστου ψυχῆς τοὺς λόγους. οἱ δὲ προαιρούμενοι μὲν τὰς κρατίστας ὑποθέσεις, εἰκῆ δὲ καὶ ῥᾳθύμως αὐτὰς συντιθέντες ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων, οὐδένα ὑπὲρ τῆς προαιρέσεως ἔπαινον κομίζονται:

οὐ γὰρ ἀξιοῦμεν αὐτοσχεδίους οὐδὲ ῥᾳθύμους εἶναι τὰς περί τε πόλεων ἐνδόξων καὶ ἀνδρῶν ἐν δυναστείᾳ γεγονότων ἀναγραφομένας ἱστορίας.

ταῦτα δὴ νομίσας ἀναγκαῖα καὶ πρῶτα θεωρήματα τοῖς ἱστορικοῖς εἶναι καὶ πολλὴν ποιησάμενος ἀμφοτέρων ἐπιμέλειαν οὔτε παρελθεῖν τὸν ὑπὲρ αὐτῶν λόγον ἐβουλήθην, οὔτε ἐν ἄλλῳ τινὶ τόπῳ καταχωρίσαι μᾶλλον ἢ τῷ προοιμίῳ τῆς πραγματείας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION