호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παραδόξωσ δὲ τὰσ τοῦ Σελεύκου χεῖρασ διαφυγὼν διήνυσεν εἰσ τὴν Περσίδα μετὰ τῆσ δυνάμεωσ, ἔχων πεζοὺσ μὲν μυρίουσ καὶ πεντακισχιλίουσ, ἱππεῖσ δὲ τρισχιλίουσ καὶ τριακοσίουσ. ἀναλαβὼν δὲ τοὺσ στρατιώτασ ἐκ τῆσ κακοπαθίασ διεπέμπετο πρόσ τε τοὺσ σατράπασ καὶ στρατηγοὺσ τοὺσ ἐν ταῖσ ἄνω σατραπείαισ, μεταπεμπόμενοσ στρατιώτασ τε καὶ χρήματα. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기