- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 69

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 69)

τοῦ δὲ Πολυπέρχοντος περὶ ταῦτα διατρίβοντος ὁ Κάσανδρος ἀναλαβὼν τὸν στόλον Αἰγινήτας μὲν προσηγάγετο, τοὺς δὲ Σαλαμινίους ἀλλότρια φρονοῦντας εἰς πολιορκίαν συνέκλεισε.? καθ ἡμέραν δὲ συνεχεῖς ποιούμενος προσβολὰς καὶ βελῶν καὶ στρατιωτῶν εὐπορῶν εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγε τοὺς Σαλαμινίους. κινδυνευούσης δὲ τῆς πόλεως ἁλῶναι κατὰ κράτος ὁ Πολυπέρχων ἐξέπεμψε δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν τὴν ἐπιθησομένην τοῖς πολιορκοῦσι.

διόπερ ὁ Κάσανδρος καταπλαγεὶς καὶ λύσας τὴν πολιορκίαν ἀπέπλευσεν εἰς τὸν Πειραιᾶ. Πολυπέρχων δὲ βουλόμενος τὰ κατὰ τὴν Πελοπόννησον διοικῆσαι συμφερόντως παρῆλθε καὶ συναγαγὼν ἐκ τῶν πόλεων συνέδρους διελέχθη περὶ τῆς πρὸς αὐτὸν συμμαχίας.

ἐξέπεμψε δὲ καὶ πρὸς τὰς πόλεις πρεσβευτάς, προστάττων τοὺς μὲν δι Ἀντιπάτρου καθεσταμένους ἄρχοντας ἐπὶ τῆς ὀλιγαρχίας θανατῶσαι, τοῖς δὲ δήμοις ἀποδοῦναι τὴν αὐτονομίαν. πολλῶν δ ὑπακουσάντων καὶ κατὰ τὰς πόλεις φόνων γινομένων καί τινων φυγαδευομένων οἱ μὲν Ἀντιπάτρου φίλοι διεφθάρησαν, τὰ δὲ πολιτεύματα τὴν ἐκ τῆς αὐτονομίας παρρησίαν ἀπέλαβον καὶ συνεμάχουν τοῖς περὶ τὸν Πολυπέρχοντα.

μόνων δὲ τῶν Μεγαλοπολιτῶν διατηρούντων τὴν πρὸς Κάσανδρον φιλίαν ἔκρινε πολιορκῆσαι τὴν πόλιν αὐτῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION