호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ Εὐμενὴς συντόνους τὰς ὁδοιπορίας ποιησάμενος καὶ ταχὺ τὸν Ταῦρον ὑπερβαλὼν ἧκεν εἰς τὴν Κιλικίαν.? οἱ δὲ τῶν ἀργυρασπίδων ἡγεμόνες Ἀντιγένης καὶ Τεύταμος, πειθαρχοῦντες ταῖς παρὰ τῶν βασιλέων ἐπιστολαῖς, ἀπάντησιν ἐποιήσαντο τῷ Εὐμενεῖ μετὰ τῶν φίλων ἐκ πολλοῦ διαστήματος. ἀσπασάμενοι δὲ φιλοφρόνως καὶ συγχαρέντες ἐπὶ τῷ διασεσῶσθαι παραδόξως αὐτὸν ἐκ τῶν μεγίστων κινδύνων ἐπηγγέλλοντο πάντα συμπράξειν αὐτῷ προθύμως: οἵ τε ἀργυράσπιδες Μακεδόνες, ὄντες περὶ τρισχιλίους, ὁμοίως ἀπήντησαν μετὰ φιλοφροσύνης τε καὶ ὁρμῆς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기