- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 58 1:

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 58 1:)

ἐπ ἄρχοντος δ Ἀθήνησιν Ἀρχίππου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Αἴλιον καὶ Λεύκιον Παπίριον.? ἐπὶ δὲ τούτων Εὐμενὴς μὲν ἄρτι τὴν ἐκ τοῦ φρουρίου πεποιημένος ἀποχώρησιν ἐκομίσατο τὰς ἐπιστολὰς τὰς ἀποσταλείσας ὑπὸ Πολυπέρχοντος, ἐν αἷς ἦν γεγραμμένον χωρὶς τῶν προειρημένων ὅτι πεντακόσια μὲν τάλαντα διδόασιν αὐτῷ δωρεὰν οἱ βασιλεῖς εἰς ἐπανόρθωσιν τῶν γεγενημένων περὶ αὐτὸν ἐλαττωμάτων καὶ διότι γράμματα ἀπέστειλαν οἱ βασιλεῖς πρὸς τοὺς ἐν τῇ Κιλικίᾳ στρατηγοὺς καὶ θησαυροφύλακας, ὅπως αὐτῷ τὰ πεντακόσια τάλαντα δῶσι καὶ τῶν ἄλλων χρημάτων ὅσα ἂν αἰτήσῃ πρός τε τὰς ξενολογίας καὶ τὰς ἄλλας τὰς κατεπειγούσας χρείας, τούς τε τῶν ἀργυρασπίδων Μακεδόνων τρισχιλίων ἀφηγουμένους, ἵνα παραδῶσιν αὑτοὺς Εὐμενεῖ καὶ τἄλλα συμπράττωσι προθύμως, ὡς ἂν ἀποδεδειγμένῳ στρατηγῷ τῆς ὅλης Ἀσίας αὐτοκράτορι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION