- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 49

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 49)

οὐ μὴν ὁ Κάσανδρός γε τῇ τάξει συνευδοκήθη, δεινὸν ἡγούμενος εἰ τὴν τοῦ πατρὸς ἡγεμονίαν ὁ μὴ προσήκων κατὰ γένος διαδέξεται καὶ ταῦθ υἱοῦ γ ὄντος τοῦ δυναμένου πραγμάτων ἡγεῖσθαι καὶ δεδωκότος ἤδη πεῖραν ἱκανὴν ἀρετῆς τε καὶ ἀνδρείας.? τὸ μὲν οὖν πρῶτον εἰς ἀγρὸν βαδίσας μετὰ τῶν φίλων τούτοις διελέγετο πολλὴν ἔχων εὐκαιρίαν καὶ σχολὴν περὶ τῆς τῶν ὅλων ἡγεμονίας:

ἕκαστον δ αὐτῶν ἐκλαμβάνων κατ ἰδίαν προετρέπετο συγκατασκευάζειν αὐτῷ τὴν δυναστείαν καὶ μεγάλαις ἐπαγγελίαις πείσας ἑτοίμους ἐποιήσατο πρὸς τὴν κοινοπραγίαν. ἐξαπέστειλε δὲ καὶ πρὸς Πτολεμαῖον λάθρᾳ πρεσβευτάς, τήν τε φιλίαν ἀνανεούμενος καὶ παρακαλῶν συμμαχεῖν αὐτῷ καὶ ναυτικὴν δύναμιν πέμψαι τὴν ταχίστην ἐκ τῆς Φοινίκης ἐπὶ τὸν Ἑλλήσποντον.

ὁμοίως δὲ καὶ πρὸς τοὺς ἄλλους ἡγεμόνας καὶ πόλεις ἐξέπεμψε τοὺς προτρεψομένους ἑαυτῷ συμμαχεῖν. αὐτὸς δὲ κυνηγίαν ἐπὶ πολλὰς ἡμέρας συστησάμενος ἀνύποπτον ἑαυτὸν ἐποίει τῆς ἀποστάσεως. Πολυπέρχων δὲ παραλαβὼν τὴν τῶν βασιλέων ἐπιμέλειαν καὶ συνεδρεύσας μετὰ τῶν φίλων Ὀλυμπιάδα μὲν σὺν τῇ τῶν συνέδρων γνώμῃ μετεπέμπετο, παρακαλῶν τὴν ἐπιμέλειαν τοῦ Ἀλεξάνδρου υἱοῦ παιδὸς ὄντος παραλαβεῖν καὶ διατρίβειν ἐν Μακεδονίᾳ τὴν βασιλικὴν ἔχουσαν προστασίαν:

ἡ δ Ὀλυμπιὰς ἐν τοῖς ἐπάνω χρόνοις ἐτύγχανεν εἰς Ἤπειρον πεφευγυῖα διὰ τὴν πρὸς Ἀντίπατρον ἀλλοτριότητα. καὶ τὰ μὲν κατὰ τὴν Μακεδονίαν ἐν τούτοις ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION