호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τὴν Ἀσίαν Ἀρριδαῖος καὶ Πίθων οἱ τῶν βασιλέων ἐπιμεληταὶ ἀναζεύξαντες ἀπὸ τοῦ Νείλου μετὰ τῶν βασιλέων καὶ τῆς δυνάμεως ἧκον εἰς Τριπαράδεισον τῆς ἄνω Συρίας.? ἐνταῦθα δὲ Εὐρυδίκης τῆς βασιλίσσης πολλὰ περιεργαζομένης καὶ ταῖς τῶν ἐπιμελητῶν ἐπιβολαῖς ἀντιπραττούσης οἱ μὲν περὶ τὸν Πίθωνα δυσχρηστούμενοι καὶ τοὺς Μακεδόνας ὁρῶντες τοῖς ἐκείνης προστάγμασιν ἀεὶ μᾶλλον προσέχοντας συνήγαγον ἐκκλησίαν καὶ τὴν ἐπιμέλειαν ἀπείπαντο, οἱ δὲ Μακεδόνες ἐπιμελητὴν εἵλαντο τὸν Ἀντίπατρον αὐτοκράτορα.
οὗτος δὲ μετ ὀλίγας ἡμέρας καταντήσας εἰς Τριπαράδεισον κατέλαβε τὴν Εὐρυδίκην στασιάζουσαν καὶ τοὺς Μακεδόνας ἀπαλλοτριοῦσαν ἀπὸ τοῦ Ἀντιπάτρου.
ταραχῆς δὲ μεγάλης οὔσης ἐν ταῖς δυνάμεσι καὶ κοινῆς ἐκκλησίας συναχθείσης ὁ μὲν Ἀντίπατρος διαλεχθεὶς τοῖς πλήθεσι τὴν μὲν ταραχὴν κατέπαυσε, τὴν δ Εὐρυδίκην καταπληξάμενος ἔπεισε τὴν ἡσυχίαν ἄγειν.
μετὰ δὲ ταῦτα τὰς σατραπείας ἐξ ἀρχῆς ἐμερίσατο καὶ Πτολεμαίῳ μὲν τὴν προϋπάρχουσαν προσώρισεν:
ἀδύνατον γὰρ ἦν τοῦτον μεταθεῖναι διὰ τὸ δοκεῖν τὴν Αἴγυπτον διὰ τῆς ἰδίας ἀνδρείας ἔχειν οἱονεὶ δορίκτητον. καὶ Λαομέδοντι μὲν τῷ Μιτυληναίῳ Συρίαν ἔδωκε, Φιλοξένῳ δὲ τὴν Κιλικίαν, τῶν δ ἄνω σατραπειῶν Μεσοποταμίαν μὲν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ, τὴν δὲ Βαβυλωνίαν Σελεύκῳ, Ἀντιγένει δὲ τὴν Σουσιανὴν διὰ τὸ τοῦτον πρῶτον πεποιῆσθαι τὴν ἐπὶ τὸν Περδίκκαν ἐπίθεσιν, Πευκέστῃ δὲ τὴν Περσίδα, Τληπολέμῳ δὲ τὴν Καρμανίαν, Πίθωνι δὲ Μηδίαν, Φιλίππῳ δὲ τὴν Παρθυαίαν, Ἀρίαν δὲ καὶ Δραγγηνὴν Στασάνδρῳ τῷ Κυπρίῳ, τὴν δὲ Βακτριανὴν καὶ Σογδιανὴν Στασάνορι τῷ Σολίῳ ἀπὸ τῆς αὐτῆς ὄντι νήσου.
Παροπανισάδας δὲ Ὀξυάρτῃ προσώρισε τῷ Ῥωξάνης πατρὶ τῆς Ἀλεξάνδρου γυναικός, τῆς δὲ Ἰνδικῆς τὰ μὲν συνορίζοντα Παροπανισάδαις Πίθωνι τῷ Ἀγήνορος, τὰς δ ἐχομένας βασιλείας τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν Πώρῳ, τὴν δὲ παρὰ τὸν Ὑδάσπην Ταξίλῃ οὑ᾿ γὰρ ἦν τούτους τοὺς βασιλεῖς μετακινῆσαι χωρὶς βασιλικῆς δυνάμεως καὶ ἡγεμόνος ἐπιφανοῦς, τῶν δὲ πρὸς τὴν ἄρκτον κεκλιμένων Καππαδοκίαν μὲν Νικάνορι, Φρυγίαν δὲ τὴν μεγάλην καὶ Λυκίαν Ἀντιγόνῳ, καθάπερ πρότερον ἔσχε, Καρίαν δὲ Κασάνδρῳ, Λυδίαν δὲ Κλείτῳ, Φρυγίαν δὲ τὴν ἐφ Ἑλλησπόντῳ Ἀρριδαίῳ. στρατηγὸν δὲ τῆς βασιλικῆς δυνάμεως ἀπέδειξεν Ἀντίγονον, ᾧ προστεταγμένον ἦν καταπολεμῆσαι Εὐμενῆ τε καὶ Ἀλκέταν:
παρέζευξε δὲ τῷ Ἀντιγόνῳ χιλίαρχον τὸν υἱὸν Κάσανδρον, ὅπως μὴ δύνηται διαλαθεῖν ἰδιοπραγῶν. αὐτὸς δὲ τοὺς βασιλεῖς ἀναλαβὼν καὶ τὴν ἰδίαν δύναμιν προῆγεν ἐπὶ Μακεδονίαν, κατάξων τοὺς βασιλεῖς ἐπὶ τὴν πατρίδα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기