호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντιπάτρου δ εἰς τὴν Ἀσίαν διαβεβηκότος Αἰτωλοὶ κατὰ τὰς πρὸς Περδίκκαν συνθήκας ἐστράτευσαν εἰς τὴν Θετταλίαν, ἀντιπερισπάσαι βουλόμενοι τὸν Ἀντίπατρον.? εἶχον δὲ στρατιώτας πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ἀλέξανδρος Αἰτωλός. ἐν παρόδῳ δὲ τοὺς Ἀμφισσεῖς Λοκροὺς πολιορκήσαντες τήν τε χώραν αὐτῶν κατέδραμον καί τινα τῶν πλησίον πολισμάτων εἷλον.
ἐνίκησαν δὲ μάχῃ τὸν Ἀντιπάτρου στρατηγὸν Πολυκλῆν καὶ τοῦτόν τε καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγους ἀνεῖλον: τῶν δὲ ζωγρηθέντων οὓς μὲν ἀπέδοντο, οὓς δὲ ἀπελύτρωσαν. μετὰ δὲ ταῦτα εἰς Θετταλίαν ἐμβαλόντες τοὺς πλείστους τῶν Θετταλῶν ἔπεισαν κοινωνεῖν τοῦ πρὸς Ἀντίπατρον πολέμου:
καὶ ταχέως ἠθροίσθησαν οἱ πάντες πεζοὶ μὲν δισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ χίλιοι πεντακόσιοι. τούτων δὲ προσαγομένων τὰς πόλεις Ἀκαρνᾶνες ἀλλοτρίως ἔχοντες πρὸς Αἰτωλοὺς ἐνέβαλον εἰς τὴν Αἰτωλίαν καὶ τήν τε χώραν ἐδῄουν καὶ τὰς πόλεις ἐπολιόρκουν.
οἱ δὲ Αἰτωλοὶ πυθόμενοι τὰς ἰδίας πατρίδας κινδυνεύειν τοὺς μὲν ἄλλους στρατιώτας ἀπέλιπον ἐν Θετταλίᾳ, Μένωνα τὸν Φαρσάλιον ἐπιστήσαντες στρατηγόν, αὐτοὶ δὲ τοὺς πολιτικοὺς ἀναλαβόντες ἧκον συντόμως εἰς τὴν Αἰτωλίαν καὶ τοὺς Ἀκαρνᾶνας καταπληξάμενοι τὰς πατρίδας ἠλευθέρωσαν τῶν κινδύνων.
τούτων δὲ περὶ ταῦτα ἀσχολουμένων Πολυπέρχων ὁ καταλελειμμένος ἐν Μακεδονίᾳ στρατηγὸς ἧκεν εἰς τὴν Θετταλίαν μετὰ δυνάμεως ἀξιολόγου, νικήσας δὲ παρατάξει τοὺς πολεμίους τόν τε στρατηγὸν Μένωνα ἀνεῖλε καὶ τῶν ἄλλων κατέκοψε τοὺς πλείστους καὶ τὴν Θετταλίαν ἀνεκτήσατο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기