호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Περδίκκας δὲ καὶ ὁ βασιλεὺς Φίλιππος καταπεπολεμηκότες Ἀριαράθην καὶ τὴν σατραπείαν αὐτοῦ Εὐμενεῖ παραδόντες ἐχωρίσθησαν ἐκ τῆς Καππαδοκίας.? καταντήσαντες δὲ εἰς τὴν Πισιδικὴν ἔκριναν ἀναστάτους ποιῆσαι δύο πόλεις, τήν τε τῶν Λαρανδέων καὶ τὴν τῶν Ἰσαυρέων: αὗται γὰρ ἔτι ζῶντος Ἀλεξάνδρου Βάλακρον τὸν Νικάνορος ἀπέκτειναν, ἀποδεδειγμένον στρατηγὸν ἅμα καὶ σατράπην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기