호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ γὰρ ἐν ταῖσ ναυσὶν ὄντεσ τοῦ λιμένοσ ἐστερημένοι, τροφῆσ δὲ ἀποροῦντεσ εἰώθεισαν καθ’ ἡμέραν ἐπὶ τὴν χώραν ἐξιέναι καὶ τὰσ τροφὰσ ἐκ ταύτησ πορίζεσθαι. οἱ δὲ Λίβυεσ ἐνεδρεύσαντεσ αὐτοὺσ πλανωμένουσ κατὰ τὴν χώραν πολλοὺσ μὲν ἀπέκτειναν, οὐκ ὀλίγουσ δ’ ἐζώγρησαν· οἱ δὲ περιλειφθέντεσ ἐκ τοῦ κινδύνου καταφυγόντεσ εἰσ τὰσ ναῦσ ἀπέπλεον εἰσ τὰσ συμμαχίδασ πόλεισ. ἐπιγενομένου δὲ μεγάλου πνεύματοσ αἱ πλεῖσται μὲν ὑπὸ τῆσ θαλάσσησ κατεπόθησαν, τῶν δ’ ἄλλων αἱ μὲν εἰσ Κύπρον, αἱ δ’ εἰσ Αἴγυπτον ἀπερρίφησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기