- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 11 1:

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 11 1:)

αἱ μὲν κατ ἔθνος, αἱ δὲ κατὰ πόλιν.? τῶν δ ἄλλων Ἑλλήνων οἱ μὲν πρὸς Μακεδόνας ἀπέκλινον, οἱ δὲ τὴν ἡσυχίαν εἵλοντο. Αἰτωλοὶ μὲν οὖν ἅπαντες πρῶτοι συνέθεντο τὴν συμμαχίαν, καθάπερ προείρηται, μετὰ δὲ τούτους Θετταλοὶ μὲν πάντες πλὴν Πελινναίων, Οἰταῖοι δὲ πλὴν Ἡρακλεωτῶν, Ἀχαιοὶ δὲ Φθιῶται πλὴν Θηβαίων, Μηλιεῖς δὲ πλὴν Λαμιέων, ἑξῆς δὲ Δωριεῖς ἅπαντες καὶ Λοκροὶ καὶ Φωκεῖς, ἔτι δ Αἰνιᾶνες καὶ Ἀλυζαῖοι καὶ Δόλοπες, πρὸς δὲ τούτοις Ἀθαμᾶνες καὶ Λευκάδιοι καὶ Μολοττῶν οἱ περὶ Ἀρυπταῖον: οὗτος δ ὕπουλον συμμαχίαν συνθέμενος ὕστερον διὰ προδοσίας συνήργησε τοῖς Μακεδόσι. τῶν τ Ἰλλυριῶν καὶ Θρᾳκῶν ὀλίγοι συνέθεντο συμμαχίαν διὰ τὸ πρὸς τοὺς Μακεδόνας μῖσος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION