- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 5 4:

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 5 4:)

ὁμοίως δὲ τούτοις διειλημμένων τῶν σατραπειῶν αἱ μὲν ἐπὶ τὴν ἄρκτον, αἱ δ ἐπὶ τὴν μεσημβρίαν ἔχουσι τὰς κλίσεις.? καὶ πρώτη μὲν τῶν πρὸς τὴν ἄρκτον ἐστραμμένων κεῖται παρὰ τὸν Τάναϊν ποταμὸν Σογδιανὴ καὶ Βακτριανὴ καὶ τούτων ἐχομένη Ἀρία καὶ Παρθυαία καὶ Ὑρκανία, δι ἧς συμβαίνει περιέχεσθαι τὴν Ὑρκανίαν θάλατταν, οὖσαν καθ αὑτήν: μετὰ δὲ ταῦτα Μηδία, πολλὰς μὲν ἔχουσα τόπων προσηγορίας, μεγίστη δ οὖσα πασῶν τῶν σατραπειῶν: ἑξῆς δ Ἀρμενία καὶ Λυκαονία καὶ Καππαδοκία, πᾶσαι τὸν ἀέρα δυσχείμερον ἔχουσαι: ταύταις δὲ συνορίζουσαι κατ εὐθεῖαν μὲν ἥ τε μεγάλη Φρυγία καὶ ἡ ἐφ Ἑλλησπόντῳ κειμένη, ἐκ δὲ τῶν πλαγίων Λυδία καὶ Καρία, ὑπερδέξιος δὲ τῆς Φρυγίας καὶ παράλληλος ἡ Πισιδικὴ καὶ ταύτης ἐχομένη Λυκία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION