호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτος δὲ παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν καὶ συνεδρεύσας μετὰ τῶν ἡγεμόνων Πτολεμαίῳ μὲν τῷ Λάγου τὴν Αἴγυπτον ἔδωκεν, Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν, Φιλώτᾳ δὲ Κιλικίαν καὶ Πίθωνι μὲν Μηδίαν, Εὐμενεῖ δὲ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ πάσας τὰς συνοριζούσας ταύταις χώρας, ἃς Ἀλέξανδρος οὐκ ἐπῆλθεν ἐκκλεισθεὶς ὑπὸ τῶν καιρῶν, ὅτε διεπολέμει πρὸς Δαρεῖον, Ἀντιγόνῳ δὲ Παμφυλίαν καὶ Λυκίαν καὶ τὴν μεγάλην καλουμένην Φρυγίαν, μετὰ δὲ ταῦτα Κασάνδρῳ μὲν Καρίαν, Μελεάγρῳ δὲ Λυδίαν, Λεοννάτῳ δὲ τὴν ἐφ Ἑλλησπόντῳ Φρυγίαν.? αὗται μὲν οὖν αἱ σατραπεῖαι τοῦτον τὸν τρόπον ἐμερίσθησαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기