- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

περίφοβος?

First/Second declension Adjective; Transliteration: periphobos

Principal Part: περίφοβος περίφοβον

Structure: περιφοβ (Stem) + ος (Ending)

Sense

  1. in great fear, exceeding fearful

Examples

  • καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλ[λα π]άντα ποιησάμενον. (Hyperides, Speeches, 13:5)
  • Ιωἄννης μὲν οὖν οὕτω καταστρατηγηθεὶς ὑπ ἐμοῦ τὸ λοιπὸν ἐν τῇ πατρίδι περίφοβος ἔμεινεν. (Flavius Josephus, 438:2)
  • τούτων δὲ τῷ Περσεῖ προσπεσόντων κατὰ τάχος ἀναζεύξας ἦγεν ὀπίσω, περίφοβος γεγονὼς καὶ συγκεχυμένος ταῖς ἐλπίσιν. (Plutarch, Aemilius Paulus, chapter 16 3:1)
  • οἱ δ οὔ φασιν, ἀλλὰ παρθένον τὴν Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην. (Plutarch, De fortuna Romanorum, section 10 3:3)
  • ὁρᾶν δ ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχυίας καὶ πυνθανομένας εἰ ζῶσι, τὰς μὲν ὑπὲρ ἀνδρός, τὰς δ ὑπὲρ πατρός, τὰς δ ὑπὲρ ἀδελφῶν, ἀναξίως αὑτῶν καὶ τῆς πόλεως ὁρωμένας, τῶν δ ἀνδρῶν τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους ἰδεῖν ἦν καθ ὅλην τὴν πόλιν τότ ἐπὶ γήρως ὀδῷ περιφθειρομένους, διπλᾶ τὰ ἱμάτια ἐμπεπορπημένους· (Lycurgus, Speeches, 56:1)
  • ἐκ τούτου Ξέρξης μὲν περίφοβος γενόμενος εὐθὺς ἐπὶ τὸν Ἑλλήσποντον ἠπείγετο, Μαρδόνιος δὲ τοῦ στρατοῦ τὸ δοκιμώτατον ἔχων περὶ τριάκοντα μυριάδας ὑπελείπετο, καὶ φοβερὸς ἦν ἀπ ἰσχυρᾶς τῆς περὶ τὸ πεζὸν ἐλπίδος ἀπειλῶν τοῖς Ἕλλησι καὶ γράφων τοιαῦτα: (Plutarch, , chapter 10 1:1)
  • ἐν δὲ τῇ περὶ τὴν οἰκίαν ταραχῇ συνεκπεσὼν τοῖς φεύγουσιν ὁ παῖς, καὶ πλανώμενος ἐν τῇ πόλει περίφοβος καὶ ἀβοήθητος, κατὰ τύχην ἔλαθεν εἰς οἰκίαν παρελθὼν γυναικός, ἀδελφῆς μὲν Ἀβαντίδου, Προφάντῳ δὲ τῷ Κλεινίου ἀδελφῷ γεγαμημένης, ὄνομα Σωσοῦς. (Plutarch, Aratus, chapter 2 3:1)
  • ἐπεὶ δὲ τὰ Οὐεργινίου καὶ Οὐίνδικος στρατεύματα τρόπον τινὰ βίᾳ τοὺς ἡγεμόνας, ὥσπερ ἡνιόχους κρατῆσαι χαλινῶν μὴ δυνηθέντας, εἰς μάχην ἐξενεγκόντα μεγάλην συνέρραξαν, καὶ Οὐίνδικος ἑαυτὸν ἀνελόντος ἐπὶ δισμυρίοις Γαλατῶν πεσοῦσι, διῆλθε λόγος ὡς βουλομένων πάντων ἐπὶ νίκῃ τοσαύτῃ τὸν Οὐεργίνιον ἀναδέξασθαι τὴν ἡγεμονίαν ἢ πάλιν μεταβαλουμένων πρὸς Νέρωνα, τότε δὴ παντάπασι περίφοβος γενόμενος ὁ Γάλβας ἔγραψε τῷ Οὐεργινίῳ, παρακαλῶν κοινοπραγεῖν καὶ διαφυλάσσειν ἅμα τὴν ἡγεμονίαν καὶ τὴν ἐλευθερίαν Ῥωμαίοις: (Plutarch, Galba, chapter 6 3:2)

Synonyms

  1. in great fear

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION