호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρᾶν δ’ ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκασ ἐλευθέρασ, περιφόβουσ κατεπτηχυίασ καὶ πυνθανομένασ εἰ ζῶσι, τὰσ μὲν ὑπὲρ ἀνδρόσ, τὰσ δ’ ὑπὲρ πατρόσ, τὰσ δ’ ὑπὲρ ἀδελφῶν, ἀναξίωσ αὑτῶν καὶ τῆσ πόλεωσ ὁρωμένασ, τῶν δ’ ἀνδρῶν τοὺσ τοῖσ σώμασιν ἀπειρηκότασ καὶ ταῖσ ἡλικίαισ πρεσβυτέρουσ καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένουσ ἰδεῖν ἦν καθ’ ὅλην τὴν πόλιν τότ’ ἐπὶ γήρωσ ὀδῷ περιφθειρομένουσ, διπλᾶ τὰ ἱμάτια ἐμπεπορπημένουσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기