κακός?
First/Second declension Adjective;
Transliteration: kakos
Principal Part:
κακός
κακή
κακόν
Structure:
κακ
(Stem)
+
ος
(Ending)
Sense
- As a measure of quality: bad, worthless, useless
- As a measure of appearance: ugly, hideous
- Of circumstances: injurious, wretched, unhappy
- As a measure of character: low, mean, vile, evil
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μήποτε καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. (Septuagint, Liber Genesis 19:19)
- Ἀποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν. παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο. οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν. (Septuagint, Liber Genesis 24:50)
- μὴ ποιῆσαι μεθ᾿ ἡμῶν κακόν, καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καί ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης. καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου. (Septuagint, Liber Genesis 26:29)
- πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ᾿ ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακά, ἃ εὑρήσει τὸν πατέρα μου. (Septuagint, Liber Genesis 44:34)
- ὁ ἄγγελος ὁ ρυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς. (Septuagint, Liber Genesis 48:16)
- εἶτ᾿ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. (Septuagint, Liber Proverbiorum 6:14)
- α ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. (Septuagint, Liber Proverbiorum 6:15)
- υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔση καὶ τοῖς πλησίον. ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά. ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους, ὁ δ᾿ αὐτὸς διώξεται ὄρνεα πετόμενα. ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται. διαπορεύεται δὲ δἰ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν. (Septuagint, Liber Proverbiorum 9:12)
- κακὸς μεθ᾿ ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί. (Septuagint, Liber Proverbiorum 13:10)
- οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. (Septuagint, Liber Proverbiorum 15:24)
Synonyms
-
Of circumstances
- δάιος (unhappy, wretched)
Derived
- ἄκακος (unknowing of ill, guileless, innocent)