- δουλεύειν γὰρ αὐτὸν τῇ λειότητι διαπαντός, τὸ δὲ κεκραμένον καὶ παντοδαπὸν ἐπιτάσει τε καὶ ἀνέσει καὶ τὸ ταῖς παθητικαῖς ὑπερθέσεσι διειλημμένον ἀποβεβληκέναι. (Dionysius of Halicarnassus, De Isocrate, chapter 13 1:4)
(디오니시오스, De Isocrate, chapter 13 1:4)
- ἴδιον δὲ τοῦ Σόλωνος ἡ τῶν χρεῶν ἄνεσις, ᾗ μάλιστα τὴν ἐλευθερίαν ἐβεβαίωσε τοῖς πολίταις. (Plutarch, Comparison of Solon and Publicola, chapter 3 1:1)
(플루타르코스, Comparison of Solon and Publicola, chapter 3 1:1)
- Ὠσπερ τοῖς ἀθλητικοῖς καὶ περὶ τὴν τῶν σωμάτων ἐπιμέλειαν ἀσχολουμένοις οὐ τῆς εὐεξίας μόνον οὐδὲ τῶν γυμνασίων φροντίς ἐστιν, ἀλλὰ καὶ τῆς κατά καιρὸν γινομένης ἀνέσεως - μέρος γοῦν τῆς ἀσκήσεως τὸ μέγιστον αὐτὴν ὑπολαμβάνουσιν - οὕτω δὴ καὶ τοῖς περὶ τοὺς λόγους ἐσπουδακόσιν ἡγοῦμαι προσήκειν μετὰ τὴν πολλὴν τῶν σπουδαιοτέρων ἀνάγνωσιν ἀνιέναι τε τὴν διάνοιαν καὶ πρὸς τὸν ἔπειτα κάματον ἀκμαιοτέραν παρασκευάζειν. (Lucian, Verae Historiae, book 1 1:1)
(루키아노스, Verae Historiae, book 1 1:1)
- οὕτω καὶ Πλάτων ἀδελφιδοῦν ὄντα Σπεύσιππον ἐκ πολλῆς ἀνέσεως καὶ ἀκολασίας ἐπέστρεψεν, οὐδὲν οὔτ εἰπὼν ἀνιαρὸν οὔτε ποιήσας πρὸς αὐτόν, ἀλλὰ φεύγοντι τοὺς γονεῖς ἐλέγχοντας ἀεὶ καὶ λοιδοροῦντας ἐνδιδοὺς ἑαυτὸν εὐμενῆ καὶ ἀμήνιτον, αἰδῶ τε πολλὴν ἐνειργάσατο καὶ ζῆλον ἑαυτοῦ καὶ φιλοσοφίας. (Plutarch, De fraterno amore, section 21 2:1)
(플루타르코스, De fraterno amore, section 21 2:1)
- ἐπιτάσεις μέντοι καὶ ἀνέσεις λαμβάνει τινὰς ἀναλόγους. (Dionysius of Halicarnassus, De Demosthene, chapter 13 3:5)
(디오니시오스, De Demosthene, chapter 13 3:5)
- διὸ καὶ οἰκεῖὸν ἐστ αὐτοῖς ἡ φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα ἡ περὶ τὴν δίαιταν ἄνεσις. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 19 2:3)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 19 2:3)
- ἡ γάρ τῶν ἐφόρων κατάστασις οὐκ ἄνεσις ἦν, ἀλλ ἐπίτασις τῆς πολιτείας, καὶ δοκοῦσα πρὸς τοῦ δήμου γεγονέναι σφοδροτέραν ἐποίησε τὴν ἀριστοκρατίαν. (Plutarch, Lycurgus, chapter 29 6:2)
(플루타르코스, Lycurgus, chapter 29 6:2)
- "ποῦ δ ἔστιν ἄνεσις καὶ κοινωνία μετὰ φίλων, ἐφ ὅσον κολάζουσι καὶ στρεβλοῦσι τύραννοι· (Plutarch, Non posse suaviter vivi secundum Epicurum, section 315)
(플루타르코스, Non posse suaviter vivi secundum Epicurum, section 315)
- οἵ τε νοσέοντες ἀνιώμενοι νήχονται ἐπὶ ἑκατέρῃ μοχθηρίῃ μὴ ἐγκεχειρικότες ἑωυτοὺς ἑώς τέλεος τῇ ἐν τῇ τέχνῃ πλείονι θεραπείῃ‧ ἄνεσις γὰρ νούσου τινὸς κάμνοντι παρέχει μεγάλην ἀλεωρήν‧ διὸ δεόμενοι τὴν ὑγιεινὴν διάθεσιν οὐκ ἐθέλουσι τὴν αὐτὴν χρῆσιν αἰεὶ προσδέχεσθαι, ὁμονοέοντες ἰητροῦ ποικιλίῃ. (Hippocrates, Hippocrates Collected Works I, PARAGGELIAI, vii.6)
(히포크라테스, Hippocrates Collected Works I, PARAGGELIAI, vii.6)