- ἐνταῦθα ὁ Ἥφαιστος - ἔτυχε γὰρ πλησίον που ὤν - πᾶν ὅσον, οἶμαι, πῦρ εἶχε καὶ ὅσον ἐν τῇ Αἴτνῃ καὶ εἴ ποθι ἄλλοθι, φέρων ἐπῆλθέ μοι, καὶ ἔκαυσε μὲν τὰς πτελέας καὶ μυρίκας, ὤπτησε δὲ καὶ τοὺς κακοδαίμονας ἰχθῦς καὶ τὰς ἐγχέλεις, αὐτὸν δὲ ἐμὲ ὑπερκαχλάσαι ποιήσας μικροῦ δεῖν ὅλον ξηρὸν εἴργασται. (Lucian, Dialogi Marini, xanthus and thalassa, chapter 21)
(루키아노스, Dialogi Marini, xanthus and thalassa, chapter 21)
- ἧς᾿, ὦ ξεῖν᾿, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. (Lucian, 11:8)
(루키아노스, 11:8)
- ἀλλ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι. (Euripides, Iphigenia in Aulis, episode, anapests 2:11)
(에우리피데스, Iphigenia in Aulis, episode, anapests 2:11)
- "αἱ πηλαμύδες, φησί, καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ. (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 1092)
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 1092)
- ἀλλὰ μὴν εἴ τις ὑμῶν εἰς τοῦτ ἀναβάλλεται ποιήσειν τὰ δέοντα, ἰδεῖν ἐγγύθεν βούλεται τὰ δεινά, ἐξὸν ἀκούειν ἄλλοθι γιγνόμενα, καὶ βοηθοὺς ἑαυτῷ ζητεῖν, ἐξὸν νῦν ἑτέροις αὐτὸν βοηθεῖν: (Demosthenes, Speeches, 13:1)
(데모스테네스, Speeches, 13:1)
- εἰ δέ τις τόδε μὲν οὐκ ὄπωπεν, ὄπωπεν δὲ φοινικοβατέοντας ἢ ἐν Ἀραβίῃ ἢ ἐν Αἰγύπτῳ ἢ ἄλλοθί κου, οἶδε τὸ λέγω. (Lucian, De Syria dea, (no name) 29:4)
(루키아노스, De Syria dea, (no name) 29:4)
- τί κατεσκεύακεν οἰκοδόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ ἢ ἐν τῷ ἄστει ἢ ἄλλοθί που τῆς χώρας· (Dinarchus, Speeches, 116:6)
(디나르코스, 연설, 116:6)
- ὃν ἐὰν δείξῃς ἀφιγμένον πώποτε εἰς Μακεδονίαν, ἢ ἐκείνων τινὰ ὑποδεξάμενον εἰς τὴν αὑτοῦ οἰκίαν, ἢ χρώμενον τῶν ἐκεῖθέν τινι ἢ ἐντυγχάνοντα, ἢ λόγους καὶ οὑστινασοῦν ἢ ἐπ ἐργαστηρίου ἢ ἐν τῇ ἀγορᾷ ἢ ἄλλοθί που περὶ τούτων τῶν πραγμάτων εἰρηκότα, καὶ μὴ κοσμίως καὶ μετρίως τὰ αὑτοῦ πράττοντα ὥσπερ εἴ τις καὶ ἄλλος τῶν πολιτῶν, χρησάσθωσαν αὐτῷ οἱ δικασταὶ ὅ τι βούλονται. (Hyperides, Speeches, 21:1)
(히페레이데스, Speeches, 21:1)