호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὲ τούτῳ μὲν οὐκ ἐπίστευεσ τῷ λόγῳ, οὐ δικαίωσ δ’ ἄρχεσθαι τὴν πόλιν ἐνόμιζεσ ὑπ’ ἐμοῦ καὶ σεαυτὸν ἐπιτηδειότερον εἶναι τὴν ἐπιμέλειαν τῶν κοινῶν παραλαβεῖν, ἐκεῖνα ποιεῖν σοι προσῆκεν· ἐξέτασιν τῶν ἐμῶν ποιησάμενον ἁμαρτημάτων καὶ τὰσ σαυτοῦ πράξεισ ἐξαριθμησάμενον καλεῖν με εἰσ διαδικασίαν· ὧν οὐδέτερον ἐποίησασ, ἀλλὰ τοσούτοισ χρόνοισ ὕστερον ὥσπερ ἐκ μακρᾶσ ἀνανήψασ μέθησ νῦν ἥκεισ μου κατηγορῶν καὶ οὐδὲ νῦν, ὅπου δεῖ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기