Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 33 4:

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 33 4:)

καὶ πάντεσ τοῦθ’ οἱ προσήκοντεσ ὑμῖν ὡμολόγουν, ὅτι κρατήσαντεσ ἐκεῖνοι τῆσ ἀρχῆσ οὐδὲ σπέρμα τοῦ Ταρκυνιείου καταλείψουσι γένουσ. κηδεμὼν δὲ καὶ φύλαξ οὐδεὶσ ὑμῶν ἕτεροσ ἦν, ὅτι μὴ γυνή, πατρὸσ μήτηρ, καὶ αὐτὴ διὰ γῆρασ ἑτέρων δεομένη κηδεμόνων· ἀλλ’ ἐν ἐμοὶ κατελείπεσθε μόνῳ φύλακι τῆσ ἐρημίασ, ὃν νῦν ἀλλότριον καὶ οὐδὲν προσήκοντα ἀποκαλεῖσ.

SEARCH

MENU NAVIGATION