호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο τὸ πολίτευμα καταστησάμενοσ καὶ πλεονέκτημα τοῖσ πλουσίοισ τηλικοῦτο δοὺσ ἔλαθε τὸν δῆμον, ὥσπερ ἔφην, καταστρατηγήσασ καὶ τοὺσ πένητασ ἀπελάσασ τῶν κοινῶν. ὑπελάμβανον μὲν γὰρ ἅπαντεσ ἴσον ἔχειν τῆσ πολιτείασ μέροσ κατ’ ἄνδρα διερωτώμενοι τὰσ γνώμασ ἐν τοῖσ ἰδίοισ ἕκαστοι λόχοισ, ἐξηπατῶντο δὲ τῷ μίαν εἶναι ψῆφον ὅλου τοῦ λόχου τοῦ τ’ ὀλίγουσ ἔχοντοσ ἐν αὑτῷ πολίτασ καὶ τοῦ πάνυ πολλούσ· καὶ τῷ πρώτουσ ἐπιφέρειν ψῆφον τοὺσ τὸ μέγιστον ἔχοντασ τίμημα λόχουσ, πλείουσ μὲν ὄντασ τῶν ὑπολειπομένων, ἐλάττονα δ’ ἀριθμὸν ἀνθρώπων ἔχοντασ· μάλιστα δὲ τῷ τοὺσ ἀπόρουσ μίαν ψῆφον ἔχειν πολλοὺσ ὄντασ καὶ τελευταίουσ καλεῖσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기