호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὲ μὴ γένοιντο ἐπὶ τῆσ αὐτῆσ προαιρέσεωσ ἅπαντεσ οὗτοι, τότε τοὺσ ἀπὸ τοῦ δευτέρου τιμήματοσ εἴκοσι καὶ δύο λόχουσ ἐκάλει. μερισθεισῶν δὲ καὶ τότε τῶν ψήφων τοὺσ ἀπὸ τοῦ τρίτου τιμήματοσ ἐκάλει· καὶ τετάρτουσ τοὺσ ἀπὸ τοῦ τετάρτου τιμήματοσ. καὶ τοῦτ’ ἐποίει μέχρι τοῦ γενέσθαι λόχουσ ἑπτὰ καὶ ἐνενήκοντα ἰσοψήφουσ. εἰ δὲ μέχρι τῆσ πέμπτησ κλήσεωσ μὴ τύχοι τοῦτο γενόμενον, ἀλλ’ εἰσ ἴσα μέρη σχισθεῖεν αἱ τῶν ἑκατὸν ἐνενήκοντα δύο λόχων γνῶμαι, τότε τὸν ἔσχατον ἐκάλει λόχον, ἐν ᾧ τὸ τῶν ἀπόρων καὶ διὰ τοῦτ’ ἀφειμένων ἁπάσησ στρατείασ τε καὶ εἰσφορᾶσ πολιτῶν πλῆθοσ ἦν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기