호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ἀρχαῖσ μὲν γὰρ ὡρ́μησαν ἀφελέσθαι τὴν παράνομον αὐτοῦ δυναστείαν ἀποδείξαντεσ μεσοβασιλεῖσ καὶ δι’ ἐκείνων ἑλέσθαι τὸν κατὰ νόμουσ ἕξοντα τὴν ἀρχήν· τότε δὲ στέργειν ἐπὶ τοῖσ παροῦσιν ᾤοντο δεῖν καὶ μηδὲν πολυπραγμονεῖν. εἰσῄει γὰρ αὐτοῖσ λογισμόσ, ὅτι τῆσ μὲν βουλῆσ, ὃν αὐτὴ προῃρεῖτο, παραγούσησ ἐπὶ τὰ πράγματα ὁ δῆμοσ ἐναντιώσεται τὴν ψῆφον ἀναλαβών· ἐὰν δ’ ἐπὶ τῷ δήμῳ ποιήσωσι τὴν τοῦ βασιλέωσ προαίρεσιν, ἅπασαι τὸν Τύλλιον ψηφοφορήσουσιν αἱ φρᾶτραι, καὶ περιέσται τῷ ἀνδρὶ τὸ δοκεῖν κατὰ νόμουσ ἄρχειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기