호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν οὖν δῆμοσ ἀπῄει περιχαρὴσ γενόμενοσ, εἰ μηδὲν πέπονθεν ὁ βασιλεὺσ δεινόν, καὶ μέχρι πολλοῦ τὴν δόξαν ἔχων ταύτην διετέλει. ὁ δὲ Τύλλιοσ ἰσχυρὰν χεῖρα περὶ αὑτὸν ἔχων καὶ τοὺσ ῥαβδούχουσ ἐπαγόμενοσ τοὺσ βασιλικοὺσ προῆλθεν εἰσ τὴν ἀγορὰν καὶ τοὺσ Μαρκίουσ ἐκήρυττεν ἥκειν ὑφέξοντασ δίκην· ὡσ δ’ οὐχ ὑπήκουον, ἐπικηρύξασ αὐτοῖσ ἀϊδίουσ φυγὰσ καὶ τὰσ οὐσίασ ἀναλαβὼν εἰσ τὸ δημόσιον ἀσφαλῶσ ἤδη τὴν Ταρκυνίου κατεῖχεν ἀρχήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기