호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ παρασκευασθεισῶν νεῶν μακρῶν αἱ μὲν ἡμίσεισ αὐτῶν εἶχον πολιτικοὺσ κυβερνήτασ καὶ πρῳρεῖσ, ἔτι δὲ τοὺσ ταῖσ κώπαισ χρησομένουσ, ταῖσ δ’ ἄλλαισ ὁ Διονύσιοσ ξένουσ ἐμισθώσατο. ἐπεὶ δὲ τὰ περὶ τὰσ ναῦσ καὶ τὴν ὁπλοποιίαν αὐτῷ συντέλειαν ἐλάμβανε, περὶ τὴν τῶν στρατιωτῶν παρασκευὴν ἐγίνετο· τούτουσ γὰρ ἔκρινε συμφέρειν μὴ πρὸ πολλοῦ μισθοῦσθαι πρὸσ τὸ μὴ πολλὰσ γίνεσθαι δαπάνασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기