호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
β. τί λάβω; κεράσω σοι τὴν κυλίσκην; α. μηδαμῶσ μικράν γε. κινεῖται γὰρ εὐθύσ μοι χολή, ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτησ φάρμακον. εἰσ τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα. ὅτι δὲ μεγάλοισ ποτηρίοισ αἱ γυναῖκεσ ἐχρῶντο ὁ αὐτὸσ εἴρηκε Φερεκράτησ ἐν Τυραννίδι διὰ τούτων εἶτ’ ἐκεραμεύσαντο τοῖσ μὲν ἀνδράσιν ποτήρια πλατέα, τοίχουσ οὐκ ἔχοντ’, ἀλλ’ αὐτὸ τοὔδαφοσ μόνον, κοὐχὶ χωροῦντ’ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기