호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτα δὲ τὸ ὃσ ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηροσ οὐδέποτε τίθησι· τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃσ ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ, οἱο͂ν ἔνθα δέ Σίσυφοσ ἔσκεν, ὃ κέρδιστοσ γένετ’ ἀνδρῶν. ἐλλείπει οὖν τό τισ μόριον τὸ γὰρ πλῆρέσ ἐστιν ’ ἄλλοσ μέν τισ μογέων ἀποκινήσασκε τραπέζησ πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἀείρεν,’ ὡσ παντὸσ ἀνθρώπου μόλισ ἂν ἀποκινήσαντοσ ἀπὸ τῆσ τραπέζησ τὸ ποτήριον, τοῦ δὲ Νέστοροσ αὐτὸ ῥᾳδίωσ βαστάζοντοσ δίχα πόνου καὶ κακοπαθείασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기