호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ μὲν τῆσ Καρίασ ἐν πεδίῳ καλουμένῳ Λευκῷ θερμόν ἐστιν ὕδωρ παρὰ κώμην ὀνομαζομένην Δασκύλου, πιεῖν καὶ γάλακτοσ ἥδιον· τὸν δὲ Ἡρόδοτον οἶδα εἰπόντα ὡσ ἐσ τὸν ποταμὸν τὸν Ὕπανιν ἐκδίδωσιν ὕδατοσ πικροῦ πηγή. πῶσ δ’ ἂν οὐκ ἀποδεξαίμεθα ἀληθεύειν αὐτῷ τὸν λόγον, ὅπου γε καὶ ἐφ’ ἡμῶν ἐν Δικαιαρχίᾳ τῇ Τυρρηνῶν ἐξεύρηται ὕδωρ σφίσι θερμὸν οὕτω δή τι ὀξὺ ὥστε τὸν μόλυβδον ‐ διεξῄει γὰρ διὰ μολύβδου ῥέον ‐ ἔτεσι κατέτηξεν οὐ πολλοῖσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기