호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μακεδόνας πόλεμον.? τὸ μὲν οὖν πρῶτον Φίλιππος δεξάμενος τοὺς λόγους καλεῖν ἐκέλευε τοὺς περὶ τὸν Ἄρατον καὶ λέγειν ἐναντίον ἐκείνων ταῦτα τὸν Ἀπελλῆν. τῶν δὲ παραγενομένων, ἔλεγε τὰ προειρημένα τολμηρῶς καὶ καταπληκτικῶς ὁ Ἀπελλῆς, καί τι προσεπεῖπε τοιοῦτον ἔτι σιωπῶντος τοῦ βασιλέως:
ἐπείπερ οὕτως ἀχαρίστους ὑμᾶς ὁ βασιλεύς, Ἄρατε, καὶ λίαν ἀγνώμονας εὑρίσκει, κρίνει συναγαγὼν τοὺς Ἀχαιοὺς καὶ περὶ τούτων ἀπολογισμοὺς ποιησάμενος ἀπαλλάττεσθαι πάλιν εἰς Μακεδονίαν.
" ὁ δὲ πρεσβύτερος Ἄρατος ὑπολαβὼν καθόλου μὲν ἠξίου τὸν Φίλιππον μηδενὶ τῶν λεγομένων ὀξέως μηδ ἀκρίτως μηδέποτε πιστεύειν, ὅταν δὲ κατά τινος τῶν φίλων καὶ συμμάχων προσπέσῃ τις αὐτῷ λόγος, τὸν ἀκριβέστερον ἔλεγχον ποιεῖσθαι πρὶν ἢ δέξασθαι τὴν διαβολήν:
καὶ γὰρ βασιλικὸν εἶναι τὸ τοιοῦτο καὶ πρὸς πᾶν συμφέρον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기