- 텍스트

Polybius, Histories, book 4, chapter 78

(폴리비오스, Histories, book 4, chapter 78)

Πλὴν ὅ γε Φιλλίδας τοὺς μὲν Ἠλείους εἰς Λέπρεον, τοὺς δὲ μισθοφόρους εἰς Ἀλίφειραν ἀποστείλας, αὐτὸς δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐν Τυπανέαις ἐκαραδόκει τὸ συμβησόμενον.? ἧκε πρὸς τὴν Ἀλίφειραν, ἣ κεῖται μὲν ἐπὶ λόφου κρημνώδους πανταχόθεν, ἔχοντος πλεῖον ἢ δέκα σταδίων πρόσβασιν, ἔχει δ ἄκραν ἐν αὐτῇ τῇ κορυφῇ τοῦ σύμπαντος λόφου καὶ χαλκοῦν Ἀθηνᾶς ἀνδριάντα, κάλλει καὶ μεγέθει διαφέροντα.

τὸ μέντοι γε τῆς τέχνης ἀποτέλεσμα συμφωνεῖται παρὰ πᾶσι, διότι τῶν μεγαλομερεστάτων καὶ τεχνικωτάτων ἔργων ἐστίν, Ὑπατοδώρου καὶ Σωστράτου κατεσκευακότων.

ἐπὶ δὲ τοῖς προειρημένοις τοὺς Μακεδόνας διῃρημένους κατόπιν ἑκάστοις ἐπιστήσας, ἅμα τῷ τὸν ἥλιον ἐπιβάλλειν πᾶσι προσέταξε προσβαίνειν πρὸς τὸν λόφον.

ποιούντων δὲ τὸ παραγγελθὲν ἐκθύμως καὶ καταπληκτικῶς τῶν Μακεδόνων, συνέβαινε τοὺς Ἀλιφειρεῖς πρὸς τούτους ὁρμᾶν ἀεὶ καὶ συντρέχειν τοὺς τόπους, οἷς μάλιστα τοὺς Μακεδόνας ἑώρων προσπελάζοντας.

κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ὁ βασιλεὺς ἔχων τοὺς ἐπιτηδειοτάτους διά τινων κρημνῶν ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς.

ἀποδοθέντος δὲ τοῦ συνθήματος, πάντες ἅμα προσερείσαντες τὰς κλίμακας κατεπείραζον τῆς πόλεως.

πρῶτος μὲν οὖν ὁ βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρημον καταλαβών:

τούτου δ ἐμπιπραμένου, προϊδόμενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὡρ´μησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν. γενομένου τούτου, παραχρῆμα καὶ τῶν τειχῶν καὶ τῆς πόλεως ἐκυρίευσαν.

μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν ἐκ τῆς ἄκρας πρὸς τὸν Φίλιππον, δοὺς τὴν ἀσφάλειαν παρέλαβε καὶ ταύτην καθ ὁμολογίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION