호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πέδευσε τῆς Φλιασίας περὶ τὸ Διοσκούριον.? κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ἔχων Ἠλείων δύο λόχους μετὰ τῶν πειρατῶν καὶ μισθοφόρων, ὥστ εἶναι τοὺς πάντας εἰς δισχιλίους καὶ διακοσίους, ἅμα δὲ τούτοις ἱππεῖς ἑκατόν, ὁρμήσας ἐκ Ψωφῖδος ἐποιεῖτο τὴν πορείαν διὰ τῆς Φενικῆς καὶ Στυμφαλίας, οὐδὲν μὲν εἰδὼς τῶν κατὰ τὸν Φίλιππον, βουλόμενος δὲ κατασῦραι τὴν τῶν Σικυωνίων χώραν. τῆς δὲ νυκτὸς τῆς αὐτῆς, ἐν ᾗ συνέβαινε στρατοπεδεύειν τὸν Φίλιππον περὶ τὸ Διοσκούριον, παρηλλαχὼς τὴν στρατοπεδείαν τοῦ βασιλέως περὶ τὴν ἑωθινὴν ἐμβάλλειν οἱό῀ς τ ἦν εἰς τὴν Σικυωνίαν.
τῶν δὲ παρὰ τοῦ Φιλίππου Κρητῶν τινες ἀπολελοιπότες τὰς τάξεις καὶ διιχνεύοντες περὶ τὰς προνομείας ἐμπίπτουσιν εἰς τοὺς περὶ τὸν Εὐριπίδαν:
βουλόμενος, ἅμα δὲ καὶ κατελπίζων καταταχήσειν τοὺς Μακεδόνας διεκβαλὼν τὴν Στυμφαλίαν καὶ συνάψας ταῖς ὑπερκειμέναις δυσχωρίαις.
ὁ δὲ βασιλεύς, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς ὑπεναντίους, κατὰ δὲ τὴν αὑτοῦ πρόθεσιν ἀναζεύξας τὴν ἑωθινὴν προῆγε, κρίνων ποιεῖσθαι τὴν πορείαν παρ αὐτὸν τὸν Στύμφαλον ὡς ἐπὶ τὰς Καφύας:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기