- 텍스트

Polybius, Histories, book 4, chapter 67

(폴리비오스, Histories, book 4, chapter 67)

ὀλυμπιάδος.? παρὰ δὲ τοῖς Αἰτωλοῖς ἤδη τῶν ἀρχαιρεσίων καθηκόντων στρατηγὸς ᾑρέθη Δωρίμαχος: ὃς παραυτίκα τὴν ἀρχὴν παραλαβὼν καὶ τοὺς Αἰτωλοὺς ἁθροίσας μετὰ τῶν ὅπλων, ἐνέβαλεν εἰς τοὺς ἄνω τόπους τῆς Ἠπείρου καὶ τὴν χώραν ἐδῄου, θυμικώτερον χρώμενος τῇ καταφθορᾷ: τὸ γὰρ πλεῖον οὐ τῆς σφετέρας ὠφελείας, ἀλλὰ τῆς τῶν Ἠπειρωτῶν βλάβης χάριν ἕκαστα συνετέλει.

ὥστε μήτ εἰρήνης ὁρ´ον μήτε πολέμου πρὸς Αἰτωλοὺς ὑπάρχειν, ἀλλ ἐν ἀμφοτέραις ταῖς περιστάσεσι παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη καὶ νόμιμα χρῆσθαι ταῖς ἐπιβολαῖς.

Οὗτος μὲν οὖν ταῦτα καὶ τοιαῦτα διαπραξάμενος ἐπανῆγεν αὖθις εἰς τὴν οἰκείαν.

τοῦ δὲ χειμῶνος ἔτι προβαίνοντος, καὶ πάντων ἀπηλπικότων τὴν παρουσίαν τοῦ Φιλίππου διὰ τὸν καιρόν, ἀναλαβὼν ὁ βασιλεὺς χαλκάσπιδας μὲν τρισχιλίους, πελταστὰς δὲ δισχιλίους καὶ Κρῆτας τριακοσίους, πρὸς δὲ τούτοις ἱππεῖς τοὺς περὶ τὴν αὐλὴν εἰς τετρακοσίους, προῆγεν ἀπὸ Λαρίσης:

καὶ διαβιβάσας τούτους ἐκ Θετταλίας εἰς Εὔβοιαν κἀκεῖθεν εἰς Κῦνον ἧκε διὰ τῆς Βοιωτίας καὶ Μεγαρίδος εἰς Κόρινθον περὶ τροπὰς χειμερινάς, ἐνεργὸν καὶ λαθραίαν πεποιημένος τὴν παρουσίαν οὕτως ὥστε μηδένα Πελοποννησίων ὑπονοῆσαι τὸ γεγονός.

κλείσας δὲ τὰς πύλας τοῦ Κορίνθου καὶ διαλαβὼν τὰς ὁδοὺς φυλακαῖς, τῇ κατὰ πόδας Ἄρατον μὲν τὸν πρεσβύτερον ὡς αὑτὸν ἐκ τοῦ Σικυῶνος μετεπέμπετο, γράμματά τε πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν καὶ πρὸς τὰς πόλεις ἐξαπέστελλεν, - ἐν οἷς διεσάφει πότε καὶ ποῦ δεήσει συναντᾶν πάντας ἐν τοῖς ὅπλοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION