호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔτι δὲ περὶ ταῦτα γινομένου τοῦ βασιλέως, παρῆν ἐκ Μακεδονίας ἄγγελος διασαφῶν ὅτι συμβαίνει τοὺς Δαρδανεῖς, ὑπονενοηκότας τὴν εἰς Πελοπόννησον αὐτοῦ στρατείαν, ἁθροίζειν δυνάμεις καὶ παρασκευὴν ποιεῖσθαι μεγάλην, κεκρικότας ἐμβαλεῖν εἰς τὴν Μακεδονίαν.? αὐτὸς δ ἀναζεύξας μετὰ σπουδῆς ἐποιεῖτο τὴν ἐπάνοδον, ᾗπερ καὶ τὴν παρουσίαν ἐπεποίητο.
μέλλοντος δ αὐτοῦ διαβαίνειν τὸν Ἀμβρακικὸν κόλπον ἐξ Ἀκαρνανίας εἰς Ἤπειρον, παρῆν ἐφ ἑνὸς λέμβου Δημήτριος ὁ Φάριος, ἐκπεπτωκὼς ὑπὸ Ῥωμαίων ἐκ τῆς Ἰλλυρίδος:
ὑπὲρ ὧν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται. τοῦτον μὲν οὖν Φίλιππος ἀποδεξάμενος φιλανθρώπως ἐκέλευσε πλεῖν ὡς ἐπὶ Κόρινθον κἀκεῖθεν ἥκειν διὰ Θετταλίας εἰς Μακεδονίαν:
αὐτὸς δὲ διαβὰς εἰς τὴν Ἤπειρον προῆγε κατὰ τὸ συνεχὲς εἰς τὸ πρόσθεν. παραγενομένου δ αὐτοῦ τῆς Μακεδονίας εἰς Πέλλαν, ἀκούσαντες οἱ Δαρδάνιοι παρὰ Θρᾳκῶν τινων αὐτομόλων τὴν παρουσίαν τοῦ Φιλίππου, καταπλαγέντες παραχρῆμα διέλυσαν τὴν στρατείαν, καίπερ ἤδη σύνεγγυς ὄντες τῆς Μακεδονίας.
Φίλιππος δὲ πυθόμενος τὴν τῶν Δαρδανέων μετάνοιαν, τοὺς μὲν Μακεδόνας διαφῆκε πάντας ἐπὶ τὴν τῆς ὀπώρας συγκομιδήν, αὐτὸς δὲ πορευθεὶς εἰς Θετταλίαν τὸ λοιπὸν μέρος τοῦ θέρους ἐν Λαρίσῃ διῆγε.
Κατὰ δὲ τὸν καιρὸν τοῦτον Αἰμίλιος ἐκ τῆς Ἰλλυρίδος εἰσῆγε λαμπρῶς εἰς τὴν Ῥώμην τὸν θρίαμβον, Ἀννίβας δὲ Ζάκανθαν ᾑρηκὼς κατὰ κράτος διέλυσε τὰς δυνάμεις εἰς παραχειμασίαν:
Ῥωμαῖοι δέ, προσπεσούσης αὐτοῖς τῆς Ζακανθαίων ἁλώσεως, πρεσβευτὰς ἔπεμπον ἐξαιτήσοντας Ἀννίβαν παρὰ Καρχηδονίων, ἅμα δὲ πρὸς τὸν πόλεμον παρεσκευάζοντο, καταστήσαντες ὑπάτους Πόπλιον Κορνήλιον καὶ Τεβέριον Σεμπρώνιον.
ὑπὲρ ὧν ἡμεῖς τὰ μὲν κατὰ μέρος ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλώκαμεν:
νῦν δ ἀναμνήσεως χάριν αὐτὰ προηνεγκάμεθα κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν, ἵνα γινώσκηται τὰ κατάλληλα τῶν πραγμάτων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기