- 텍스트

Polybius, Histories, book 4, chapter 55

(폴리비오스, Histories, book 4, chapter 55)

Πολυρρήνιοι δὲ καὶ Λαππαῖοι καὶ πάντες οἱ τούτων σύμμαχοι, θεωροῦντες τοὺς Κνωσίους ἀντεχομένους τῆς τῶν Αἰτωλῶν συμμαχίας, τοὺς δ Αἰτωλοὺς ὁρῶντες πολεμίους ὄντας τῷ τε βασιλεῖ Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς, πέμπουσι πρέσβεις πρός τε τὸν βασιλέα καὶ τοὺς Ἀχαιοὺς περὶ βοηθείας καὶ συμμαχίας.? οἱ δ Ἀχαιοὶ καὶ Φίλιππος εἴς τε τὴν κοινὴν συμμαχίαν αὐτοὺς προσεδέξαντο καὶ βοήθειαν ἐξαπέστειλαν, Ἰλλυριοὺς μὲν τετρακοσίους, ὧν ἡγεῖτο Πλάτωρ, Ἀχαιοὺς δὲ διακοσίους, Φωκέας ἑκατόν.

οἳ καὶ παραγενόμενοι μετ οὐ πολὺ πάλιν ἀπέπλευσαν μεγάλην ποιήσαντες ἐπίδοσιν τοῖς Πολυρρηνίοις καὶ τοῖς τούτων συμμάχοις:

πάνυ γὰρ ἐν βραχεῖ χρόνῳ τειχήρεις καταστήσαντες τούς τ Ἐλευθερναίους καὶ Κυδωνιάτας, ἔτι δὲ τοὺς Ἀπτεραίους, ἠνάγκασαν ἀποστάντας τῆς τῶν Κνωσίων συμμαχίας κοινωνῆσαι σφίσι τῶν αὐτῶν ἐλπίδων.

ἐξαπέστειλαν Πολυρρήνιοι μὲν καὶ μετὰ τούτων οἱ σύμμαχοι Φιλίππῳ καὶ τοῖς Ἀχαιοῖς πεντακοσίους Κρῆτας, Κνώσιοι δὲ μικρῷ πρότερον ἐξαπεστάλκεισαν χιλίους τοῖς Αἰτωλοῖς.

οἳ καὶ συνεπολέμουν ἀμφοτέροις τὸν ἐνεστῶτα πόλεμον. κατελάβοντο δὲ καὶ τὸν λιμένα τῶν Φαιστίων οἱ τῶν Γορτυνίων φυγάδες:

ὁμοίως δὲ καὶ τὸν αὐτῶν τῶν Γορτυνίων παραβόλως διακατεῖχον, καὶ προσεπολέμουν ἐκ τούτων ὁρμώμενοι τῶν τόπων τοῖς ἐν τῇ πόλει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION