- 텍스트

Polybius, Histories, book 4, chapter 52

(폴리비오스, Histories, book 4, chapter 52)

σχήμονα τῶν πραγμάτων.? Καυάρου δὲ τοῦ τῶν Γαλατῶν βασιλέως παραγενομένου πρὸς τὸ Βυζάντιον, καὶ σπουδάζοντος διαλῦσαι τὸν πόλεμον καὶ διέχοντος τὰς χεῖρας φιλοτίμως, συνεχώρησαν τοῖς παρακαλουμένοις ὅ τε Προυσίας οἵ τε Βυζάντιοι. πρεσβευτὴν μὲν Ἀριδίκην προεχειρίσαντο πρὸς τοὺς Βυζαντίους, Πολεμοκλῆ δὲ τρεῖς ἔχοντα τριήρεις ὁμοῦ συναπέστειλαν, βουλόμενοι τὸ δὴ λεγόμενον καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα πέμπειν πρὸς τοὺς Βυζαντίους.

πρὸς μὲν Ῥοδίους ἁπλαῖ, Βυζαντίους μὲν μηδένα πράττειν τὸ διαγώγιον τῶν εἰς τὸν Πόντον πλεόντων, Ῥοδίους δὲ καὶ τοὺς συμμάχους τούτου γενομένου τὴν εἰρήνην ἄγειν πρὸς Βυζαντίους:

πρὸς δὲ Προυσίαν τοιαίδε τινές, εἶναι Προυσίᾳ καὶ Βυζαντίοις εἰρήνην καὶ φιλίαν εἰς τὸν ἅπαντα χρόνον, μὴ στρατεύειν δὲ μήτε Βυζαντίους ἐπὶ Προυσίαν τρόπῳ μηδενὶ μήτε Προυσίαν ἐπὶ Βυζαντίους:

ἐπαναγκάσαι δὲ Προυσίαν καὶ ὅσα τινὲς τῶν Βιθυνῶν εἶχον ἐκ τῆς Μυσίας χώρας τῆς ὑπὸ Βυζαντίους ταττομένης ἀποδοῦναι τοῖς γεωργοῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION