- 텍스트

Polybius, Histories, book 4, chapter 29

(폴리비오스, Histories, book 4, chapter 29)

Φίλιππος δὲ παραχειμάζων ἐν Μακεδονίᾳ κατέγραφε τὰς δυνάμεις πρὸς τὴν μέλλουσαν χρείαν ἐπιμελῶς, ἅμα δὲ τούτοις ἠσφαλίζετο τὰ πρὸς τοὺς ὑπερκειμένους τῆς Μακεδονίας βαρβάρους.? καὶ τὰ μὲν ὑπισχνούμενος αὐτῷ συγκατασκευάσειν τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων, τὰ δὲ κατηγορῶν τῶν Αἰτωλῶν, ὄντων εὐκατηγορήτων, ῥᾳδίως ἔπεισε συγχωρεῖν τοῖς παρακαλουμένοις.

μήποτε γὰρ οὐδὲν διαφέρει τὰ κατ ἰδίαν ἀδικήματα τῶν κοινῶν, ἀλλὰ πλήθει μόνον καὶ μεγέθει τῶν συμβαινόντων.

καὶ γὰρ κατ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μὴ ποιεῖν ἀλλήλοις τὰ δίκαια καὶ συλλήβδην διὰ τὰς εἰς αὑτοὺς ἀθεσίας. ὃ καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς Αἰτωλούς. διαρπάσαντες τὴν τῶν Κυναιθέων πόλιν, καὶ πολλὰ περιελασάμενοι σώματα καὶ θρέμματα, τὸν Σκερδιλαΐδαν οὐδενὸς μερίτην ἐποίησαν τῶν ἁλόντων.

διόπερ ὑποκαθημένης ἐκ τούτων αὐτῷ τῆς ὀργῆς, βραχέα προσαναμνήσαντος τοῦ Φιλίππου, ταχέως ὑπήκουσε καὶ συνέθετο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφ ᾧ λαμβάνειν μὲν εἴκοσι τάλαντα κατ ἐνιαυτόν, πλεῖν δὲ λέμβοις τριάκοντα καὶ πολεμεῖν τοῖς Αἰτωλοῖς κατὰ θάλατταν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION