호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν Ἀχαΐαν μετὰ τῶν Ἰλλυριῶν.? Ἀρίστων δ ὁ τῶν Αἰτωλῶν στρατηγός, οὐ προσποιούμενος οὐδὲν τῶν γινομένων, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῆς οἰκείας, φάσκων οὐ πολεμεῖν τοῖς Ἀχαιοῖς, ἀλλὰ διατηρεῖν τὴν εἰρήνην, εὐήθες καὶ παιδικὸν πρᾶγμα ποιῶν: δῆλον γὰρ ὡς εὐήθη καὶ μάταιον εἰκὸς φαίνεσθαι τὸν τοιοῦτον, ὅταν ὑπολαμβάνῃ τοῖς λόγοις ἐπικρύψασθαι τὰς τῶν πραγμάτων ἐναργείας.
οἱ δὲ περὶ τὸν Δωρίμαχον διὰ τῆς Ἀχαιάτιδος ποιησάμενοι τὴν πορείαν, ἧκον ἄφνω πρὸς τὴν Κύναιθαν.
ἔτι δὲ γῆς ἀναδασμούς, τέλος δ ἐπικρατῆσαι τοὺς τὰ τῶν Ἀχαιῶν αἱρουμένους καὶ κατασχεῖν τὴν πόλιν, φυλακὴν ἔχοντας τῶν τειχῶν καὶ στρατηγὸν τῆς πόλεως ἐξ Ἀχαΐας.
πεισθέντες οἱ κατέχοντες τὴν πόλιν ἐπρέσβευον πρὸς τὸ τῶν Ἀχαιῶν ἔθνος, βουλόμενοι μετὰ τῆς ἐκείνων γνώμης ποιεῖσθαι τὰς διαλύσεις.
οὕτως ἀποστείλαντες τὴν παραφυλακὴν καὶ τὸν στρατηγὸν ἐκ τῆς πόλεως οἱ Κυναιθεῖς διελύσαντο καὶ κατήγαγον τοὺς φυγάδας, ὄντας σχεδὸν εἰς τριακοσίους, λαβόντες πίστεις τῶν παρ ἀνθρώποις νομιζομένων τὰς ἰσχυροτάτας.
οἱ δὲ κατανοστήσαντες οὐχ ὡς αἰτίας ἢ προφάσεως ἐπιγενομένης τοῦ δοκεῖν ἄλλης διαφορᾶς ἀρχὴν αὐτοῖς τινα γεγενῆσθαι, τὸ δ ἐναντίον παραχρῆμα κατελθόντες εὐθέως ἐπεβούλευον τῇ πατρίδι καὶ τοῖς σώσασι.
καί μοι δοκοῦσι, καθ ὃν καιρὸν ἐπὶ τῶν σφαγίων τοὺς ὁρ´κους καὶ τὰς πίστεις ἐδίδοσαν ἀλλήλοις, τότε μάλιστα διανοεῖσθαι περί τε τῆς εἰς τὸ θεῖον καὶ τοὺς πιστεύσαντας ἀσεβείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기