- 텍스트

Polybius, Histories, book 4, chapter 16

(폴리비오스, Histories, book 4, chapter 16)

ἐπὶ δὲ τοῖς ὑπὸ τῶν Αἰτωλῶν πεπραγμένοις παραυτίκα μὲν ἠγανάκτησαν, οὐ μὴν ἐπὶ πλεῖον ἐθαύμασαν, διὰ τὸ μηδὲν παράδοξον, τῶν εἰθισμένων δέ τι πεποιηκέναι τοὺς Αἰτωλούς.? διόπερ οὐδ ὠργίσθησαν ἐπὶ πλεῖον, ἀλλ ἐψηφίσαντο τὴν εἰρήνην ἄγειν πρὸς αὐτούς:

οὕτως ἡ συνεχὴς ἀδικία συγγνώμης τυγχάνει μᾶλλον τῆς σπανίου καὶ παραδόξου πονηρίας. Αἰτωλοὶ γοῦν τούτῳ τῷ τρόπῳ χρώμενοι, καὶ λῃστεύοντες συνεχῶς τὴν Ἑλλάδα, καὶ πολέμους ἀνεπαγγέλτους φέροντες πολλοῖς, οὐδ ἀπολογίας ἔτι κατηξίουν τοὺς ἐγκαλοῦντας, ἀλλὰ καὶ προσεχλεύαζον, εἴ τις αὐτοὺς εἰς δικαιοδοσίας προκαλοῖτο περὶ τῶν γεγονότων ἢ καὶ νὴ Δία τῶν μελλόντων.

οἱ δὲ Λακεδαιμόνιοι, προσφάτως μὲν ἠλευθερωμένοι δι Ἀντιγόνου καὶ διὰ τῆς τῶν Ἀχαιῶν φιλοτιμίας, ὀφείλοντες δὲ Μακεδόσι καὶ Φιλίππῳ μηδὲν ὑπεναντίον πράττειν, διαπεμψάμενοι λάθρᾳ πρὸς τοὺς Αἰτωλοὺς φιλίαν δι ἀπορρήτων ἔθεντο καὶ συμμαχίαν.

Ἤδη δ ἐπιλελεγμένων τῶν Ἀχαϊκῶν νεανίσκων καὶ συντεταγμένων ὑπὲρ τῆς βοηθείας τῶν Λακεδαιμονίων καὶ Μεσσηνίων, Σκερδιλαΐδας ὁμοῦ καὶ Δημήτριος ὁ Φάριος ἔπλευσαν ἐκ τῆς Ἰλλυρίδος ἐν ἐνενήκοντα λέμβοις ἔξω τοῦ Λίσσου παρὰ τὰς πρὸς Ῥωμαίους συνθήκας.

οἳ τὸ μὲν πρῶτον τῇ Πύλῳ προσμίξαντες καὶ ποιησάμενοι προσβολὰς ἀπέπεσον:

μετὰ δὲ ταῦτα Δημήτριος μὲν ἔχων τοὺς πεντήκοντα τῶν λέμβων ὡρ´μησεν ἐπὶ νήσων, καὶ περιπλέων τινὰς μὲν ἠργυρολόγει, τινὰς δ ἐπόρθει τῶν Κυκλάδων:

Σκερδιλαΐδας δὲ ποιούμενος τὸν πλοῦν ὡς ἐπ οἴκου προσεῖχε πρὸς Ναύπακτον μετὰ τετταράκοντα λέμβων, πεισθεὶς Ἀμυνᾷ τῷ βασιλεῖ τῶν Ἀθαμάνων, ὃς ἐτύγχανε κηδεστὴς ὑπάρχων αὐτοῦ.

ποιησάμενος δὲ συνθήκας πρὸς Αἰτωλοὺς δι Ἀγελάου περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, ὑπέσχετο συνεμβαλεῖν ὁμόσε τοῖς Αἰτωλοῖς εἰς τὴν Ἀχαΐαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION