호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τον ἀπέβη τὸν τρόπον.? καὶ μεθ ὧν ζώντων ἤλπισαν κινδυνεύσειν πρὸς τοὺς ὑπεναντίους, τούτους ἠναγκάζοντο θάπτειν ὑπὸ τῶν ἐχθρῶν τετελευτηκότας.
ὀρύξαντες δὲ τάφρον ἐν τῷ τῶν Καφυέων πεδίῳ, καὶ συναθροίσαντες τοὺς νεκρούς, ἐκήδευσαν μετὰ πάσης φιλοτιμίας τοὺς ἠτυχηκότας.
οἱ δ Αἰτωλοὶ παραδόξως δι αὐτῶν τῶν ἱππέων καὶ τῶν ψιλῶν ποιήσαντες τὸ προτέρημα, λοιπὸν ἤδη μετ ἀσφαλείας διὰ μέσης Πελοποννήσου διῄεσαν.
ἐν ᾧ καιρῷ καταπειράσαντες μὲν τῆς Πελληνέων πόλεως, κατασύραντες δὲ τὴν Σικυωνίαν χώραν, τέλος κατὰ τὸν Ἰσθμὸν ἐποιήσαντο τὴν ἀπόλυσιν.
Τὴν μὲν οὖν αἰτίαν καὶ τὴν ἀφορμὴν ὁ συμμαχικὸς πόλεμος ἔσχεν ἐκ τούτων, τὴν δ ἀρχὴν ἐκ τοῦ μετὰ ταῦτα γενομένου δόγματος ἁπάντων τῶν συμμάχων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기