- 텍스트

Polybius, Histories, book 4, chapter 12

(폴리비오스, Histories, book 4, chapter 12)

τὸ τέλος ἐξέβη τοῦ κινδύνου ταῖς ἐπιβολαῖς.? ἐξαπτομένων γὰρ τῶν εὐζώνων τηροῦντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς τὴν τάξιν ἀπεχώρουν εἰς τὴν παρώρειαν, σπεύδοντες συνάψαι τοῖς παρ αὑτῶν πεζοῖς. τοὺς μὲν ἀπὸ τῶν κεράτων θωρακίτας ἐξαπέστειλαν, παραγγείλαντες βοηθεῖν καὶ συνάπτειν τοῖς παρ αὑτῶν εὐζώνοις, αὐτοὶ δ ἐπὶ κέρας κλίναντες τὴν δύναμιν ἦγον μετὰ δρόμου καὶ σπουδῆς.

τοὺς δὲ πεζοὺς ἥθροιζον πρὸς τὰ πλάγια καὶ παρεκάλουν, ἑτοίμως πρὸς τὴν κραυγὴν ἀνατρεχόντων καὶ παραβοηθούντων ἀεὶ τῶν ἐκ τῆς πορείας.

ἐπεὶ δ ἀξιομάχους ὑπέλαβον εἶναι σφᾶς αὐτοὺς κατὰ τὸ πλῆθος, συστραφέντες ἐνέβαλον τοῖς προμαχομένοις τῶν Ἀχαϊκῶν ἱππέων καὶ ψιλῶν.

ὄντες δὲ πλείους, καὶ ποιούμενοι τὴν ἔφοδον ἐξ ὑπερδεξίου, πολὺν μὲν χρόνον ἐκινδύνευσαν, τέλος δ ἐτρέψαντο τοὺς συγκαθεστῶτας. ἐν δὲ τῷ τούτους ἐγκλίναντας φεύγειν οἱ προσβοηθοῦντες θωρακῖται κατὰ πορείαν ἀτάκτως ἐπιπαραγενόμενοι καὶ σποράδην, οἱ μὲν ἀποροῦντες ἐπὶ τοῖς γινομένοις, οἱ δὲ συμπίπτοντες ἀντίοις τοῖς φεύγουσι κατὰ τὴν ἀποχώρησιν, ἀναστρέφειν ἠναγκάζοντο καὶ τὸ παραπλήσιον ποιεῖν.

ἐξ οὗ συνέβαινε τοὺς μὲν ἐκ τῆς συγκαταστάσεως ἡττηθέντας μὴ πλείους εἶναι πεντακοσίων, τοὺς δὲ φεύγοντας πλείους δισχιλίων.

τοῦ δὲ πράγματος αὐτοῦ διδάσκοντος τοὺς Αἰτωλοὺς ὃ δεῖ ποιεῖν, εἵποντο κατόπιν, ἐπιπολαστικῶς καὶ κατακόρως χρώμενοι τῇ κραυγῇ.

ποιουμένων δὲ τῶν Ἀχαϊκῶν τὴν ἀποχώρησιν πρὸς τὰ βαρέα τῶν ὅπλων, ὡς μενόντων ὑπὸ ταῖς ἀσφαλείαις ἐπὶ τῆς ἐξ ἀρχῆς τάξεως, τὸ μὲν πρῶτον εὐσχήμων ἐγένεθ ἡ φυγὴ καὶ σωτήριος:

συνθεασάμενοι δὲ καὶ τούτους λελοιπότας τὰς τῶν τόπων ἀσφαλείας καὶ μακροὺς ὄντας ἐν πορείᾳ καὶ διαλελυμένους, οἱ μὲν αὐτῶν εὐθέως διαρρέοντες ἀτάκτως ἐποιήσαντο τὴν ἀποχώρησιν ἐπὶ τὰς παρακειμένας πόλεις, οἱ δὲ συμπίπτοντες ἀντίοις τοῖς ἐπιφερομένοις φαλαγγίταις οὐ προσεδέοντο τῶν πολεμίων, αὐτοὶ δὲ σφᾶς αὐτοὺς ἐκπλήττοντες ἠνάγκαζον φεύγειν προτροπάδην.

ἐχρῶντο δὲ τῇ φυγῇ κατὰ τὴν ἀποχώρησιν, ὡς προείπομεν, ἐπὶ τὰς πόλεις:

ὅ τε γὰρ Ὀρχομενὸς αἵ τε Καφύαι σύνεγγυς οὖσαι πολλοὺς ὤνησαν.

μὴ γὰρ τούτου συμβάντος ἅπαντες ἂν ἐκινδύνευσαν διαφθαρῆναι παραλόγως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION