호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μεθύδριον τῆς Μεγαλοπολίτιδος:? οἱ δὲ τῶν Ἀχαιῶν ἡγεμόνες, συνέντες τὴν παρουσίαν τῶν Αἰτωλῶν, οὕτως κακῶς ἐχρήσαντο τοῖς πράγμασιν ὥσθ ὑπερβολὴν ἀνοίας μὴ καταλιπεῖν. ἀναστρέψαντες γὰρ ἐκ τῆς Κλειτορίας κατεστρατοπέδευσαν περὶ Καφύας.
τῶν δ Αἰτωλῶν ποιουμένων τὴν πορείαν ἀπὸ Μεθυδρίου παρὰ τὴν τῶν Ὀρχομενίων πόλιν, ἐξάγοντες τοὺς Ἀχαιοὺς ἐν τῷ τῶν Καφυέων πεδίῳ παρενέβαλον, πρόβλημα ποιούμενοι τὸν δι αὐτοῦ ῥέοντα ποταμόν.
μετὰ δὲ πολλῆς εὐταξίας ἐποιοῦντο τὴν πορείαν ὡς ἐπὶ τὰς ὑπερβολὰς ἐπὶ τὸν Ὀλύγυρτον, ἀσμενίζοντες, εἰ μή τις αὐτοῖς ἐγχειροίη καὶ βιάζοιτο κινδυνεύειν.
οἱ δὲ περὶ τὸν Ἄρατον, τῆς μὲν πρωτοπορείας τῶν Αἰτωλῶν ἤδη προσβαινούσης πρὸς τὰς ὑπερβολάς, τῶν δ ἱππέων οὐραγούντων διὰ τοῦ πεδίου καὶ συνεγγιζόντων τῷ προσαγορευομένῳ Πρόποδι τῆς παρωρείας, ἐξαποστέλλουσι τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, Ἐπίστρατον ἐπιστήσαντες τὸν Ἀκαρνᾶνα, καὶ συντάξαντες ἐξάπτεσθαι τῆς οὐραγίας καὶ καταπειράζειν τῶν πολεμίων.
καίτοι γ εἰ μὲν ἦν κινδυνευτέον, οὐ πρὸς τὴν οὐραγίαν ἐχρῆν συμπλέκεσθαι, διηνυκότων ἤδη τῶν πολεμίων τοὺς ὁμαλοὺς τόπους, πρὸς δὲ τὴν πρωτοπορείαν, εὐθέως ἐμβαλόντων εἰς τὸ πεδίον.
οὕτως γὰρ ἂν τὸν ἀγῶνα συνέβη γενέσθαι τὸν ὅλον ἐν τοῖς ἐπιπέδοις καὶ πεδινοῖς τόποις, οὗ τοὺς μὲν Αἰτωλοὺς δυσχρηστοτάτους εἶναι συνέβαινε διά τε τὸν καθοπλισμὸν καὶ τὴν ὅλην σύνταξιν, τοὺς δ Ἀχαιοὺς εὐχρηστοτάτους καὶ δυναμικωτάτους διὰ τἀναντία τῶν προειρημένων.
νῦν δ ἀφέμενοι τῶν οἰκείων τόπων καὶ καιρῶν εἰς τὰ τῶν πολεμίων προτερήματα συγκατέβησαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기