- 텍스트

Pausanias, Description of Greece, Μεσσηνιακά?, chapter 34 4:

(파우사니아스, Description of Greece, Μεσσηνιακά, chapter 34 4:)

διάφοροι δὲ τὸ εἶδος μάλιστα ἰχθῦς ἀναθέουσιν ἐς τὸν Πάμισον ἅτε ἐς ὕδωρ καθαρὸν καὶ οὐ κατὰ <τὰ> αὐτὰ τοῖς κατειλεγμένοις ποταμοῖς ἰλυῶδες: οἱ κέφαλοι δέ, ἅτε ἰχθύων ὄντες τῶν πηλαίων, ποταμῶν φίλοι τῶν θολερωτέρων εἰσί. θηρία δὲ ἐς ὄλεθρον ἀνθρώπων οὐ πεφύκασιν οἱ Ἑλλήνων ποταμοὶ φέρειν, καθάπερ γε Ἰνδὸς καὶ Νεῖλος ὁ Αἰγύπτιος, ἔτι δὲ Ῥῆνος καὶ Ἴστρος Εὐφράτης τε καὶ Φᾶσις: οὗτοι γὰρ δὴ θηρία ὅμοια τοῖς μάλιστα ἀνδροφάγα αὔξουσι, ταῖς ἐν Ἕρμῳ καὶ Μαιάνδρῳ γλάνισιν ἐοικότα ἰδέας πλὴν χρόας τε μελαντέρας καὶ ἀλκῆς: ταῦτα δὲ αἱ γλάνεις ἀποδέουσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION