호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ἄγαλμα τοῦ Διὸσ Ἀγελάδα μέν ἐστιν ἔργον, ἐποιήθη δὲ ἐξ ἀρχῆσ τοῖσ οἰκήσασιν ἐν Ναυπάκτῳ Μεσσηνίων· ἱερεὺσ δὲ αἱρετὸσ κατὰ ἔτοσ ἕκαστον ἔχει δὲ τὸ ἄγαλμα ἐπὶ τῆσ οἰκίασ. ἄγουσι δὲ καὶ ἑορτὴν ἐπέτειον Ἰθωμαῖα, τὸ δὲ ἀρχαῖον καὶ ἀγῶνα ἐτίθεσαν μουσικῆσ· τεκμαίρεσθαι δ’ ἔστιν ἄλλοισ τε καὶ Εὐμήλου τοῖσ ἔπεσιν, ἐποίησε γοῦν καὶ τάδε ἐν τῷ προσοδίῳ τῷ ἐσ Δῆλον· τῷ γὰρ Ἰθωμάτα καταθύμιοσ ἔπλετο μοῖσαἁ καθαρὰ<ν κιθάραν> καὶ ἐλεύθερα σάμβαλ’ ἔχοισα. οὐκοῦν ποιῆσαί μοι δοκεῖ τὰ ἔπη καὶ μουσικῆσ ἀγῶνα ἐπιστάμενοσ τιθέντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기