호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀλίγον δὲ ἀπωτέρω Φαρῶν Ἀπόλλωνοσ ἄλσοσ ἐστὶ Καρνείου καὶ ὕδατοσ ἐν αὐτῷ πηγή· θαλάσσησ δὲ ἕξ που στάδια ἀπέχουσιν αἱ Φαραί. ἐντεῦθεν πρὸσ μεσόγαιαν τῆσ Μεσσηνίασ σταδίουσ προελθόντι ὀγδοήκοντα, ἔστιν ἡ Θουριατῶν πόλισ, Ἄνθειαν δὲ αὐτὴν ἐν τοῖσ ἔπεσιν ὠνομάσθαι τοῖσ Ὁμήρου λέγουσι· Λακεδαιμονίοισ δὲ ἔχειν τοῖσ ἐν Σπάρτῃ τὴν Θουρίαν ἔδωκεν Αὔγουστοσ. Αὐγούστῳ γὰρ βασιλεύοντι Ῥωμαίων ἐπολέμησεν Ἀντώνιοσ, γένει καὶ οὗτοσ Ῥωμαῖοσ· καί οἱ τῶν ἐν τῇ Ἑλλάδι ἄλλοι τε καὶ οἱ Μεσσήνιοι προσέθεντο, ὅτι ἐφρόνουν Λακεδαιμόνιοι τὰ Αὐγούστου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기