호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνιαυτῷ δὲ πρότερον ἢ κατορθῶσαι Θηβαίουσ τὰ ἐν Λεύκτροισ, προεσήμαινεν ὁ δαίμων Μεσσηνίοισ τὴν ἐσ Πελοπόννησον κάθοδον. τοῦτο μὲν γὰρ ἐν Μεσσήνῃ <τῇ> πρὸσ τῷ πορθμῷ τὸν ἱερέα τοῦ Ἡρακλέουσ λέγουσιν ὀνείρατοσ ἰδεῖν ὄψιν ‐ τὸν Ἡρακλέα ἔδοξε κληθῆναι τὸν Μάντικλον ἐπὶ ξενίᾳ ἐσ Ἰθώμην ὑπὸ τοῦ Διόσ ‐ , τοῦτο δὲ ἐν Εὐεσπερίταισ Κόμων συγγενέσθαι νεκρᾷ τῇ μητρὶ ἐδόκει, συγγενομένου δὲ αὖθίσ οἱ τὴν μητέρα ἀναβιῶναι. καὶ ὁ μὲν ἐπήλπιζεν Ἀθηναίων δυνηθέντων ναυτικῷ κάθοδον ἔσεσθαί σφισιν ἐσ Ναύπακτον· τὸ δὲ ἄρα ἐδήλου τὸ ὄνειρον ἀνασώσεσθαι Μεσσήνην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기