호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατέτρεχε δὲ καὶ ὕστερον τὴν χώραν, ἐσ ὃ Λακεδαιμονίων λόχοισ πλέον ἢ τοῖσ ἡμίσεσι καὶ τοῖσ βασιλεῦσιν ἀμφοτέροισ συμβαλὼν ἄλλα τε ἔσχεν ἀμυνόμενοσ τραύματα καὶ πληγέντι ὑπὸ λίθου τὴν κεφαλὴν αὐτῷ σκοτοδινιῶσιν οἱ ὀφθαλμοί. καὶ πεσόντα ἀθρόοι τῶν Λακεδαιμονίων ἐπιδραμόντεσ ζῶντα αἱροῦσιν· ἥλωσαν δὲ καὶ τῶν περὶ αὐτὸν ἐσ πεντήκοντα. τούτουσ ἔγνωσαν οἱ Λακεδαιμόνιοι ῥῖψαι πάντασ ἐσ τὸν Κεάδαν· ἐμβάλλουσι δὲ ἐνταῦθα οὓσ ἂν ἐπὶ μεγίστοισ τιμωρῶνται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기