호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ πλησίον ἐγίνοντο, ἀπειλαῖσ ἐχρῶντο τῶν τε ὅπλων τῇ κινήσει καὶ ἐνορῶντεσ ἐσ ἀλλήλουσ δεινόν· ἔσ τε λοιδορίασ προήγοντο οἱ μὲν οἰκέτασ αὑτῶν ἤδη τοὺσ Μεσσηνίουσ καὶ οὐδὲν ἐλευθερωτέρουσ ἀποκαλοῦντεσ τῶν εἱλώτων, οἱ δὲ ἐκείνουσ τῷ τε ἐγχειρήματι ἀνοσίουσ, ἐπεὶ πλεονεξίασ ἕνεκα ἐπὶ ἄνδρασ συγγενεῖσ ἐπίασι, καὶ θεῶν ἀσεβεῖσ ὅσοι Δωριεῦσι πατρῷοι, τῶν τε ἄλλων καὶ μάλιστα Ἡρακλέουσ. ἤδη τε ὁμοῦ τοῖσ ὀνείδεσι καὶ ἔργων ἥπτοντο, ἀθρόοι τε πρὸσ ἀθρόουσ ὠθισμῷ χρώμενοι μάλιστα οἱ Λακεδαιμόνιοι καὶ ἀνὴρ ἀνδρὶ ἐπιόντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기